[ ]
Italia — Roma — late 1st c. AD — IG XIV 1934 — GVI 2027 — cf. IGUR IV, p. 165, 1303
See also:
| 1 | οὐ βάτοι, οὐ τρίβολοι τὸν ἐμὸν τάφον ἀμφὶς ἔχουσιν, |
| οὐδ’ ὀλολυγαία νυκτερὶς ἀμπέταται, | |
| ἀλλά με πᾶν δένδρος χαρίεν περὶ ῥίσκον ἀνέρπει | |
| κυκλόθεν, εὐκάρποις κλωσὶν ἀγαλλόμενον· | |
| 5 | πωτᾶται δὲ πέριξ λιγυρὴ μινυρίστρια ἀηδὼν |
| καὶ τέττιξ γλυκεροῖς χείλεσι λειρὰ χέων | |
| καὶ σοφὰ τραυλίζουσα χελειδονὶς ἥ τε λιγύπνους | |
| ἀκρὶς ἀπὸ στήθους ἡδὺ χέουσα μέλος. | |
| Πάτρων ὅσσα βροτοῖσιν ἐράσμια, πάντ’ ἐτέλεσσα, | |
| 10 | ὄφρα καὶ ἰν Ἀίδῃ τερπνὸν ἔχοιμι τόπον· |
| τἆλλα δὲ πάντα λέλοιπα καὶ ἐν νεότητι κατέκτην, | |
| οἴχηται πλὴν ἃ πρὶν ζῶν ἀπεκαρπισάμην. | |
| 12a | ⸐ |
| 13 | πατὴρ Πάτρων μέν, Ἀπποληία δ’ ἐγώ· |
| τεκνῶ δὲ δισσὰ τέκνα, πατέρα δ’ εὖ λέγω. |