IGUR III 1286
[ ] Italia — Roma — 3rd c. AD? — IG XIV 1883 — GVI 1866
1 τίς ἦν σε ὁ θρέψας ∶ ἦν Κίλιξ Ἀθήναιος ∶
χρηστὸν τὸ θρέμμα· τίς καλῆι ∶ Νουμήνιος.
πόσων δ’ ἔθνηισκες τῶν ἐτῶν ∶ δὶς εἴκοσιν.
ἐχρῆν σ’ ἔτι ζῆν ∶ ἀλλὰ καὶ θανεῖν ἐχρῆν ∶
5 γενναῖά σου καὶ χαῖρε ∶ καὶ σύ γ’, ὦ ξένε·
σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δ’ ἅλις.
Search Help
Contact Us