[ ]
Italia — Roma — undated — IG XIV 1787 — GVI 731
1 | Θ(εοῖς) ∙ Κ(αταχθονίοις). |
ἐνθάδε κεῖμε ∙ ἄναυδον, | |
ἄπνουν, ξένον ἐνθάδε κε<ῖ>‵μ′<ε> / | |
παιδίον, ἐκπρολιπὼν γλυκε<ρὸν> | |
5 | φάος ∙ ἀελίοιο· / ζήσας μὲν λ[υκάβαν]- |
τας ἐγὼ δέκα̣ κ̣[αὶ] δύο μῆ̣[νας] / | |
[τοῖς δ’ ἔπι ἑβ]δομάδας ∙ δισσὰς Μο[ι]- | |
[ρῶν τέ]λος ∙ ἔσχον ∙ / ἐκπρολιπὼ̣[ν] | |
[δὲ π]άτραν Σινώπην ∙ τῷδε πρόκε[ι]- | |
10 | [μ]αι ∙ / τύμβῳ· ἐπὶ στήλης κεχαραγμέ- |
νον οὔνομα τοὐμὸν ∙ / Κορνουτίων· | |
κατάκειμε λιπὼν πένθος ∙ γονέοι- | |
σι ∙ / τἀμὰ δὲ νηπιάχου δάκρυα ∙ πλῆ[σε] | |
Ἀχεροντίδα ∙ λίμνην ∙ / Διόδωρ̣[ος θρε]- | |
15 | πτῷ ∙ ἰδίῳ. |