[ ]
Italia — Roma — ca. 50-100 AD — IG XIV 1750 — GVI 431
1 | Κλαύδιος ἰητὴρ Ἀγαθήμερος ἐνθάδε κεῖμαι |
παντοίης δεδαὼς κραιπνὸν ἄκεσμα νόσου· | |
ξυνὸν τοῦτο δ’ ἐμοὶ καὶ Μυρτάλῃ εἷσα συνεύνῳ | |
μνῆμα· μετ’ εὐσεβέων δ’ ἐσμὲν ἐν Ἠλυσίωι. |