[ ]
Italia — Roma — undated — IG XIV 2390 — GVI 734 — cf. IGUR IV, p. 165, 1235
| 1 | ❦ Θ(εοῖς) ❦ Κ(αταχθονίοις). ❦ |
| παῖς ἔτι νηπίαχος Ἱερώνυμος ἐνθάδε κεῖται, | |
| ὃς τριέτης ἔθανεν ἡμέρηι ἑβδομάτηι· | |
| κάλλιπε δ’ ἡμῖν πένθος ἐπώδυνον εἰς ὅσον αἰών, | |
| 5 | ἔξοχα δ’ αὖ γενέτῃσιν ἐπεὶ μοῦνος γένετ’ αὐτοῖς. |
| αἴθε σε μήτ’ ἰδέειν μήτε κτήσασθαι ὄφελλον, | |
| Ἀσφαλίων· μέλλες γὰρ ἀνιάσειν με ὅσον ἥσθην | |
| στωμυλίαισι τεαῖς νηπιαχευομένου. |