[ ]
Italia — Roma — undated — IG XIV 1565 — GVI 781
| 1 | παῖδά με τεθνειῶτα τεὴ κατὰ |
| γαῖα καλύπτει / νηπίαχον, γνω- | |
| τοῖς πᾶσιν ἄχος φιλίης. / πατρί | |
| τ’ ἐμῶι μέγα πῆμ’ ἔλιπον καὶ μη- | |
| 5 | τρὶ ταλαίνηι, / οἷς ἔπορον δεινὴν |
| ἄλγεσιν ἀμπεχόνην. / εἰ δὲ θέλεις | |
| γνῶναι τίς καὶ πόθεν, οὔνομα τοὐ- | |
| μὸν / Ἔκλεκτός τοι ἐγὼ κικλήσκομαι, | |
| αὐτὰρ ἔπειτα / Παλλὰς ἐμὴ μήτηρ, | |
| 10 | Ταΰγετος γενέτωρ. / ἑπτὰ δὲ πεντή- |
| κοντ’ ἔσχον μῆνας εἴκοσι θ’ ἡμέρεας. |