[ ]
Italia — Roma — undated — IG XIV 1549 — GVI 1546
| 1 | σῆμα τόδε Εὐδαίμων Διονυσίῳ, ὃν ῥ’ ἕταρον ὣς |
| φίλατο, καὶ Μούσαις ἔξοχα φιλαμένωι. | |
| 2a | ⸐ |
| 3 | εἰ καί μοι θυμός, Διονύσιε, τείρεται αἰνῶς |
| ἀμφὶ σοί, ἀλλ’ ἔμπης οἷα πάρεστι δέχου | |
| 5 | ὕστατα δή, φίλε, δῶρα· τὰ δ’ ἄλλα τοι ὅσσα ἔοικε |
| καὶ πάρος Εὐδαίμων δῶκε καὶ οἰχομένωι· | |
| ζωὸν μὲν μεθέηκεν ἐλεύθερον, οὐδὲ πάροιθεν | |
| οὐ σύ γε ἐπειρήθης πώποτε δουλοσύνης· | |
| ἦ γὰρ ἔης αὐτῶι κεχαρισμένος ἐξέτι παίδων, | |
| 10 | ἤπιος, ἐσθλὸς ἰδεῖν, εὔνοος, ἀγχίνοος, |
| καρπαλίμως γράψαι σημή[ι]α δίπλοα φωνῆς | |
| Ἑλλάδος εὖ εἰδὼς [ἠδ]ὲ καὶ Αὐσονίων. |