| stele A.1 | Μαρκέλλου. |
| δεῦρ’ ἴτε Θυβριάδες νηὸν ποτὶ τόνδε γυναῖκες | |
| Ῥηγίλλης ἕδος ἀμφὶ θυοσκόα ἱρὰ φέρουσαι. | |
| ἣ δὲ πολυκτεάνων μὲν ἔην ἐξ Αἰνεαδάων, | |
| Ἀγχίσεω κλυτὸν αἷμα καὶ Ἰδαίης Ἀφροδίτης, | |
| 5 | γήματο δ’ ἐς Μαραθῶνα· θεαὶ δέ μιν οὐρανιῶναι |
| τίουσιν, Δηώ τε νέη Δηώ τε παλαιή. | |
| τῇσί περ ἱερὸν εἶδος ἐυζώνοιο γυναικὸς | |
| ἀγκεῖται· αὐτὴ δὲ μεθ’ ἡρῴνησι νένασται | |
| ἐν μακάρων νήσοισιν, ἵνα Κρόνος ἐνβασιλεύει. | |
| 10 | τοῦτο γὰρ ἀντ’ ἀγαθοῖο νόου εἴληχεν ἄποινον, |
| ὥς οἱ Ζεὺς ᾤκτειρεν ὀδυρόμενον παρακοίτην | |
| γήραι ἐν ἀζαλέωι χήρηι περικείμενον εὐνῆι, | |
| οὕνεκά οἱ παῖδας μὲν ἀμύμονος ἐκ μεγάροιο | |
| ἅρπυιαι Κλωθῶες ἀνηρείψαντο μέλαιναι | |
| 15 | ἡμισέας πλεόνων· δοιὼ δ’ ἔτι παῖδε λιπέσθην |
| νηπιαχώ, ἀγνῶτε κακῶν, ἔτι πάμπαν ἀπύστω, | |
| οἵην σφι νηλὴς κατὰ μητέρα πότμος ἔμαρψε | |
| πρίν περ γηραιῆισι 〚ΝΕΠΙ〛 μιγήμεναι ἠλακάτῃσι. | |
| τῶι δὲ Ζεὺς ἐπίηρον ὀδυρομένωι ἀκόρητον | |
| 20 | καὶ βασιλεὺς Διὶ πατρὶ φυὴν καὶ μῆτιν ἐοικώς, |
| Ζεὺς μὲν ἐς ὠκεανὸν θαλερὴν ἔστειλε γυναῖκ[α] | |
| αὔρῃσι Ζεφύροιο κομίζεμεν ἠλυσίῃσιν. | |
| αὐτὰρ ὃ ἀστερόεντα περὶ σφυρὰ παιδὶ πέδιλα | |
| δῶκεν ἔχειν, τὰ λέγουσι καὶ Ἑρμαῶνα φορῆναι, | |
| 25 | ἦμος ὅτ’ Αἰνείαν πολέμου ἐξῆγεν Ἀχαιῶν |
| νύκτα διὰ δνοφερήν· ὁ δέ οἱ περὶ ποσσὶ σαωτὴρ | |
| παμφανόων ἐνέκειτο σελ[ηναίη]ς κύκλο[ς εὐ]ρ[ύς]· | |
| τὸν δὲ καὶ Αἰνεάδαι πο[τ’] ἐνερράψαντο πεδίλῳ | |
| [ἔμμεναι] Αὐσ̣ο̣ν̣[ίοις ε]ὐ̣ηγενέεσσι γέραα. | |
| 30 | οὔ μιν ὀνόσσηται καὶ Κεκροπίδην περ ἐόντα |
| Τυρσηνῶν ἀρχαῖον ἐπισφύριον γέρας ἀνδρῶν | |
| Ἕρσης ἐκγεγαῶτα καὶ Ἑρμέω, εἰ ἐτεὸν δὴ | |
| Κῆρυx {²⁶Κῆρυξ}²⁶ Ἡρώδεω πρόγονος Θησηιάδαο. | |
| τοὔνεκα τειμήεις καὶ ἐπώνυμος, ἦ μὲν ἄνασσα[ν] | |
| 35 | ἐς βουλὴν ἀγέρεσθαι, ἵνα πρωτόθρονες ἕδραι, |
| Ἑλλάδι δ’ οὔτε γένος βασιλεύτερος οὔτε τι φωνὴν | |
| Ἡρώδεω, γλῶσσάν δέ τέ μιν καλέουσιν Ἀθηνέων. | |
| ἣ δὲ καὶ αὐτή περ καλλίσφυρος Αἰνειώνη | |
| καὶ Γανυμηδείη καὶ Δαρδάνιον γένος ἤην | |
| 40 | Τρωὸς Ἐριχθονίδαο· σύ δ’, ἰ φίλον, ἱερὰ ῥέξαι |
| καὶ θῦσαι· θυέων ἀτὰρ οὐκ ἀέκοντος ἀνάγκη, | |
| ε<ὖ> δέ τοι εὐσεβέεσσι καὶ ἡρώων ἀλεγίζειν. | |
| οὐ μὲγ γὰρ θνητή, ἀτὰρ οὐδὲ θέαινα τέτυκται· | |
| τοὔνεκεν οὔτε νεὼν ἱερὸν λάχεν οὔτε τι τύμβον. | |
| 45 | οὐδὲ γέρα θνητοῖς, ἀτὰρ οὐδὲ θεοῖσιν ὅμοια. |
| σῆμα μέν οἱ νηῶι ἴκελον δήμωι ἐν Ἀθήνης, | |
| ψυχὴ δὲ σκῆπτρον Ῥαδαμάνθυος ἀμφιπολεύει. | |
| τοῦτο δὲ Φαυστείνηι κεχαρισμένον ἧσται ἄγαλμα̣ | |
| δήμωι ἐνὶ Τριόπεω, ἵνα οἱ πάρος εὐρέες ἀγροὶ | |
| 50 | καὶ χορὸς ἡμερίδων καὶ ἐλαιήεντες ἄρουραι. |
| οὔ μ<ι>ν ἀτιμήσειε θεή, βασίλεια γυναικῶν, | |
| ἀμφίπολον γεράων ἔμεναι καὶ ὀπάονα νύμφην, | |
| οὐδὲ γὰρ Ἰφιγένειαν ἐύθρονος Ἰοχέαιρα | |
| οὐδ’ Ἕρσην γοργῶπις ἀπητίμησεν Ἀθήνη, | |
| 55 | οὐδέ μιν ἡρῴνηισι παλαιῇσιν μεδέουσα |
| Καίσαρος ἰφθίμοιο παρόψεται ὄμπνια μήτηρ | |
| ἐς χορὸν ἐρχομένην προτεράων ἡμιθεάων. | |
| ἣ λάχεν ἠλυσίῃσι χοροστασίῃσιν ἀνάσσειν | |
| αὐτήι τ’ Ἀλκμ<ή>νη τε μάκαιρά τε Καδμειώνη. | |
| stele B.60 | πότνι’ Ἀθηνάων ἐπιήρανε Τριτογένεια |
| ἥ τ’ ἐπὶ ἔργα βροτῶν ὁρά̣αις Ῥαμνούσιας Οὖπι | |
| γείτονες ἀγχίθυροι Ῥώμης ἑκατοντοπύλοιο, | |
| πείονα δὴ καὶ τόνδε, θεά, τειμήσατε χῶρον, | |
| δῆμον Δηῳοῖο φιλόξεινον Τριόπαο. | |
| 65 | τόφρα κε καὶ Τριόπειαι ἐν ἀθανάτοις ἀλέγησθον̣. |
| ὡς ὅτε καὶ Ῥαμνοῦντα καὶ εὐρυχόρους ἐς Ἀθήνας | |
| ἤλθετε δώματα πατρὸς ἐριγδούποιο λιποῦσαι. | |
| ὣς τήνδε ῥώεσθε πολυστάφυλον κατ’ ἀλωὴν | |
| λήιά τε σταχύων καὶ δένδρεα βοτρυόεντα | |
| 70 | λειμώνων τε κόμας ἁπαλοτρεφέων ἐφέπουσαι. |
| ὔμμι γὰρ Ἡρῴδης ἱερὴν ἀνὰ γαῖαν ἕηκε | |
| τὴν ὅσσην περὶ τεῖχος ἐύτροχον ἐστεφάνωται, | |
| ἀνδράσιν ὀψιγόνοισιν ἀκινήτην καὶ ἄσυλον | |
| ἔμμεναι. ἣ δ’ ἐπί οἱ ἐξ ἀθανάτοιο καρήνου | |
| 75 | σμερδαλέον σίσασα λόφον κατένευσεν Ἀθήνη. |
| μή τωι νηποινὸν βῶλον μίαν ἢ ἕνα λᾶαν | |
| ὀχλίσσαι, ἐπεὶ οὐ μοιρέων ἀτρεῖ<ε>ς ἀνάγκαι, | |
| ὅς κε θεῶν ἑδέ<ε>σσιν ἀλιτροσύνην ἀναθήῃ. | |
| κλῦτε περικτίονες καὶ γείτονες ἀγροιῶται. | |
| 80 | ἱερὸς οὗτος ὁ χῶρος, ἀκίνητοι δὲ θέαιναι |
| καὶ πολυτίμητοι καὶ ὑποσχεῖν οὖας ἕτοιμαι· | |
| μηδέ τις ἡμερίδων ὄρχους ἢ ἐ<π>’ ἄλσεα δενδρέων | |
| ἢ ποίην χιλῶι εὐαλδέι χλῶρα θέουσαν | |
| δμωὴν κυανέου Ἄιδος pήξιε {²⁶πήξειε}²⁶ μάκελλαν | |
| 85 | σῆμα νέον τεύχων ἠὲ πρότερον κεραίζων. |
| οὐ θέμις ἀμφὶ νέκυσσι βαλεῖν ἱρόχθονα βῶλ<ον>, | |
| πλὴν ὅ κεν αἵματος ἦισι καὶ ἐκ γένος ἑσσαμένο<ιο>. | |
| κείνοις δ’ οὐκ ἀθέμιστον, ἐπεὶ τιμάορος ἑστώρ. | |
| καὶ γὰρ Ἀθηναίη περ Ἐριχθόνιον βασιλῆα | |
| 90 | νηῶι ἐνκατέθηκε συνέστιον ἔμμεναι ἱρῶν. |
| εἰ δέ τωι ἄκλυτα ταῦτα καὶ οὐκ ἐπιπείσεται αὐτοῖ<ς>, | |
| ἀλλ’ ἀποτιμήσ<ο>ι, μή οἱ νήτιτα γένηται. | |
| ἀλλά μιν ἀπρόφατος Νέμεσις καὶ ῥόμβος ἀλάστω<ρ> | |
| τίσονται, στυγερὴν δὲ κυλινδήσει κακότητα̣· | |
| 95 | οὐδὲ γὰρ ἴφθιμον Τριόπεω μένος Αἰολίδαο |
| ὤναθ’, ὅτε νειὸν Δημήτερος ἐξαλάπαξεν. | |
| τῶι ἤτοι ποινὴν καὶ ἐπωνυμίην ἀλέ̣ασθα<ι> | |
| χώρου, μή τοι ἕπηται ἔπι Τρ<ι>όπειος Ἐρινύς. |
IGUR
III 1155