[ ] Italia — Roma — ca. 114-117 AD — IG XIV 1374 — GVI 722 — cf. SEG 52.986
1 ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος,
 ὁ Μιθριδάτου βασιλέως κασίγνητος,
ᾧ γαῖα πατρ<ὶ>ς Κασπίας παρὰ κλῄθ̣ρας,
 Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται
5 πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ
 ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα.
θάν<ε>ν δ’ ὀπαδὸς Αὐσόνων ἁγητ<ῆ>ρι
 μολὼν ἄνακτ̣ι̣ <Π>αρθικὴν ἐφ’ ὑσμίνην,
πρίν περ παλάξ̣αι χεῖρα δηίῳ λύθρωι,
10  ἴφθιμον αἰαῖ χεῖρα δουρὶ κα<ὶ τ>όξ̣ω<ι>
καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ̣[εύς τε]·
 ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις.
Search Help
Contact Us