[ ] Italia — Roma — undated — IG XIV 1362 — GVI 1970 — cf. IGUR IV, p. 164, 1148 (ph., left frg.)
1   πρωθήβην ἔτι κοῦρον, ἔτι χνοάοντος ἰούλου
 δευόμενον φθονερὴ μοῖρα καθεῖλε βίου,
πολλὰ σοφῆς χερὸς ἔργα λελοιπότα. βάσκανε δαῖμον,
οἵας οὐχ ὁσίως ἐλπίδας ἐξέταμες.
5 ἀλλὰ σύ, γαῖα, πέλοις ἀγαθὴ κούφη τ’ Ἀκυλείνωι,
καὶ δὲ παρὰ πλευρὰς ἄνθεα λαρὰ φύοις,
ὅσσα κατ’ Ἀραβίους τε φέρεις ὅσα τ’ ἐστὶ κατ’ Ἰνδούς,
ὡς ἂν ἀπ’ εὐόδμου χρωτὸς ἰοῦσα δρόσος
ἀγγέλλῃ τὸν παῖδα θεοῖς φίλον ἔνδοθι κεῖσθαι,
10     λοιβῆς καὶ θυέων ἄξιον, οὐχὶ γόων.
———                                                                  ———
11   εἰκοσέτη τὸν παῖδα θοὴ κατενήρατο μοῖρα
  κἀστὶν ἐν εὐσεβέων ἣν διὰ σωφροσύνην.
Search Help
Contact Us