[ ]
Italia — Roma — undated — CIL VI 38723a
1 | Θ(εοῖς) Δ(αίμοσι) Κ(αταχθονίοις). |
Κριτίατι τέκνῳ ∙ Λ(ούκιος) ∙ | |
Ἀττίδιος Κριτίας καὶ | |
Περεγρῖνα γονῖς ∙ υ∙ἱ∙ῷ | |
5 | γλυκυτάτῳ ὃς ἔζησ- |
εν ἔτη ∙ β ∙ μῆνας ∙ η ∙ ἡμέ- | |
ρας ∙ ιε ∙ ὥρας ∙ ε (καὶ ἥμισυ) ∙ κοῦρον ἔχω Κρι- | |
τίην διέτη, ξένε, μησὶν ἐπ’ ὀκτώ, | | |
ἀλλὰ νόον πολιῆς ἄξιον ἡλι- | |
10 | κίης ∙ | τοὔνεκ’ ἔβη πολύδα- |
κρυς ἐς Ἄιδος· ἔκλασε γάρ | |
μιν | ὁ Φθόνος ὡς ἁπαλὸν | |
δένδρον ἄελλα νότου. |