IGUR I 243
[ ] Italia — Roma — ca. 170-180 AD — IG XIV 1105
1   ἡ ∙ ἱερὰ ∙ ξυστικὴ ∙ σύνοδος ∙ τῶν
[περ]ὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀπὸ καταλύσεως
ἐν ∙ τῆι ∙ βασιλίδι ∙ Ῥώμηι ∙ κατοικούντων
Μ(άρκον) ∙ Αὐρήλιον ∙ Δημόστρατον ∙ Δαμᾶν
5 Σαρδιανόν ∙ Ἀλεξανδρέα ∙ Ἀντινοέα ∙ Ἀθηναῖον,
  Ἐφέσιον ∙ Σμυρναῖον ∙ Περγαμηνόν,
Νεικομηδέα ∙ Μιλήσιον ∙ Λακεδαιμόνιον,
ἀρχιερέα ∙ τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ ∙ διὰ ∙ βίου,
ξυστάρχην ∙ καὶ ∙ ἐπὶ ∙ βαλανείων ∙ Σεβαστῶν,
10 πανκρατιαστὴν ∙ περιοδονείκην ∙ δίς,
  πύκτην ∙ ἄλειπτον ∙ παράδοξον.
Search Help
Contact Us