[ ] Italia — Roma — 143 AD — IG XIV 1055
face a, front.1 [Αὐ]τ̣οκράτορι
[Κα]ί̣σαρι ∙ Τίτωι ∙ Αἰλίωι
     Ἁδριανῶι
Ἀ̣ντωνείνωι ∙ Σεβαστι
5       Εὐσεβεῖ
   Μ(άρκος) ∙ Οὔλπιος
    Δομεστικὸς
    ὁ ἀρχιερεὺς
τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ ∙ καὶ
10 ἐπὶ ∙ βαλανείων ∙ Σεβαστοῦ.
face b, right.1         ἀγαθῆι ∙ τύχηι
Αὐτοκράτωρ ∙ Καῖσαρ ∙ θεοῦ ∙ Ἁδριανοῦ ∙ υἱός,
θεοῦ ∙ Τραιανοῦ ∙ Παρθικοῦ ∙ υἱωνός ∙ θεοῦ ∙ Νέρουα
ἔγγονος ∙ Τίτος ∙ Αἴλιος ∙ Ἁδριανὸς ∙ Ἀντωνεῖνος
5 Σεβαστός ∙ ἀρχιερεὺς ∙ μέγιστος ∙ δημαρχικῆς ∙ ἐξουσίας
τὸ ∙ ϛ ∙ αὐτοκράτωρ ∙ τὸ ∙ β ∙ ὕπατος ∙ τὸ ∙ γ ∙ πατὴρ ∙ πατρίδος ∙ συνόδῳ
ξυστικῇ ∙ τῶν ∙ περὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀθλητῶν ∙ ἱερονεικῶν ∙ στεφα-
              νειτῶν ∙ χαίρειν·
ἐκέλευσα ∙ ὑμεῖν ∙ ἀποδειχθῆναι ∙ χωρίον ∙ ἐν ∙ ᾧ ∙ καὶ ∙ τὰ ∙ ἱερὰ ∙ κατα-
10 θήσεσθε ∙ καὶ ∙ τὰ ∙ γράμματα ∙ πρὸς ∙ αὐταῖς ∙ ταῖς ∙ Θερμαῖς ∙ ταῖς ∙ ὑπὸ
τοῦ ∙ θεοῦ ∙ πάππου ∙ μου ∙ γεγενημέναις ∙ ὅπου ∙ καὶ ∙ μάλιστα ∙ τοῖς
Καπιτωλείοις ∙ συνέρχεσθε ∙ εὐτυχεῖτε ∙ ἐπρέσβευεν
  Οὔλπιος ∙ Δομεστικὸς ∙ ὁ ἐπὶ βαλανείων ∙ μου.
 ἐγράφη ∙ πρὸ ∙ ιζ ∙ καλ(ανδῶν) ∙ Ἰουν(ίων) ∙ ἀπὸ ∙ Ῥώμης ∙ Τορκουάτῳ ∙ καὶ ∙ Ἡρώδῃ ∙ ὑπάτ(οις).
Search Help
Contact Us