[ ] Italia — Roma — 139-143 AD — IG XIV 1054
face a, front.1    ἀγαθῇ ∙ τύχῃ
 Μ(άρκωι) ∙ Αἰλίωι
Αὐρηλίωι ∙ Καίσαρι
Τ(ίτου) ∙ Αἰλίου ∙ Ἁδριανοῦ̣
5  Ἀντωνείνου
Σεβαστοῦ ∙ Εὐσεβοῦς ∙ υἱῷ
 Μ(άρκος) ∙ Οὔλπιος
 Δομεστικὸς
  ὁ ἀρχιερεὺς
10  τοῦ ∙ σύνπαντος ξυστοῦ ∙ καὶ
ἐπὶ βαλανείων Σεβαστῶν.
face b, right.1               ἀγαθῆι ∙ τύχηι
 Αὐτοκράτωρ ∙ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός,
 θεοῦ ∙ Νέρουα ∙ υἱωνός, Τραιανὸς ∙ Ἁδριανὸς ∙ Σεβαστός, ἀρχιερεὺς
 μέγιστος ∙ δημαρχικῆς ∙ ἐξουσίας ∙ τὸ ∙ ιη ∙ ὕπατος ∙ τὸ ∙ γ
5  πατὴρ ∙ πατρίδος ∙ συνόδῳ ∙ ξυστικῇ ∙ τῶν ∙ περὶ τὸν
Ἡρακλέα ∙ ἀθλητῶν ∙ ἱερονεικῶν ∙ στεφανειτῶν ∙ χαίρειν·
καὶ τόπον ἔνθα ∙ βούλεσθε ∙ κελεύσω δοθῆναι ὑμεῖν ∙ καὶ ∙ οἴκημα
 ὡς τὰ γράμματα ἀποτίθεσθαι τὰ κοινά· καὶ εἰ τῶν διπλῶν τὴν
 μεταποίησιν ∙ ἀνανκαίαν ∙ νομίζετε, τοῦτο ἐφ’ ὑμεῖν ἐστιν.
10  ἐπρέσβευεν Οὔλπιος ∙ Δομεστικός ∙ εὐτυχεῖτε.
      πρὸ ∙ γ ∙ νωνῶν ∙ μαίων ∙ ἀπὸ ∙ Ῥώμης.
Search Help
Contact Us