[ ] Italia — Roma — 212-217 AD? — IG XIV 966
col. I [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 αὐταῖς ∙ ταῖς ∙ ἡμέραις ∙ Γαίῳ τινὶ ∙ τυφλῷ ∙ ἐχρημάτισεν ∙ ἐλθεῖν ∙ ἐπ[ὶ τὸ] ἱε-
     ρὸν ∙ βῆμα ∙ καὶ προσκυνῆσαι ∙ εἶ<τ>α ἀπὸ τοῦ δεξιοῦ ἐλθεῖν ∙ ἐπὶ τὸ ἀριστερὸν
     καὶ θεῖναι τοὺς ∙ πέντε δακτύλους ἐπάνω τοῦ βήματος ∙ καὶ ἆραι τὴν χεῖ-
     ρα καὶ ἐπιθεῖναι ἐπὶ τοὺς ∙ ἰδίους ὀφθαλμούς ∙ καὶ ὀρθὸν ἀνέβλεψε τοῦ
5     δήμου παρεστῶτος καὶ συνχαιρομένου, ὅτι ζῶσαι ∙ ἀρεταὶ ἐγένοντο ἐπὶ
     τοῦ Σεβαστοῦ ἡμῶν Ἀντωνείνου.
Λουκίῳ πλευρειτικῷ ∙ καὶ ἀφηλπισμένῳ ∙ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμάτι-
     σεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι τέφραν καὶ μετ’ οἴνου ἀνα-
     φυρᾶσαι καὶ ἐπιθεῖναι ἐπὶ τὸ πλευρόν· καὶ ἐσώθη καὶ δημοσίᾳ ηὐχαρίστησεν
10      τῷ θεῷ καὶ ὁ δῆμος συνεχάρη αὐτῷ.
αἷμα ἀναφέροντι Ἰουλιανῷ ἀφηλπισμένῳ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμά-
     τισεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι κόκκους στροβίλου καὶ
     φαγεῖν μετὰ μέλιτος ἐπὶ τρεῖς ἡμέρας· καὶ ἐσώθη καὶ ἐλθὼν δημοσίᾳ
     ηὐχαρίστησεν ἔμπροσθεν τοῦ δήμου.
15 Οὐαλερίῳ Ἄπρῳ στρατιώτῃ τυφλῷ ἐχρημάτισεν ὁ θεὸς ἐλθεῖν καὶ λαβεῖν αἷμα
     ἐξ ἀλεκτρυῶνος λευκοῦ μετὰ μέλιτος καὶ κολλύριο<ν> συντρῖψαι καὶ ἐπὶ
     τρεῖς ἡμέρας ἐπιχρεῖσαι ἐπὶ τοὺς ὀφθαλμούς· καὶ ἀνέβλεψεν καὶ ἐλήλυθεν
     καὶ ηὐχαρίστησεν δημοσίᾳ τῷ θεῷ.
col. II.11 Ἀνν[ίῳ? — —]
13 ἐν[— — — — —]
Search Help
Contact Us