[ ] Italia — Roma — 146 AD — IG XIV 1084 — cf. IGUR IV, p. 145, 77
1 ἡ ἱερὰ τάξις τῶν Παιανιστῶν
τοῦ ἐν Ῥώμῃ Διὸς Ἡλίου
Μεγάλου Σαράπιδος καὶ θεῶν
Σεβαστῶν ἐτείμησαν Ἐμβῆν
5 προφήτην, πατέρα τῆς προ-
γεγραμμένης τάξεως, προτο-
μῇ μαρμαρινῇ, ἣ ἀνατεθεῖσα
ἐν τῷ οἴκῳ τῶν Παια-
νιστῶν τῇ πρ(ὸ) ∙ α ∙ νωνῶν
10 Μαίων, ἥτις ἐστὶν κατὰ
Ἀλεξανδρεῖς Παχὼν ιαʹ,
ἐπὶ κουράτορος Μετειλίου
Ἀμπλιάτου ∙ πρεσβυτέρου·
Σέξτῳ Ἐρουκίῳ Κλάρ
15 β ∙ Γνέῳ Κλαυδίῳ
Σεβήρῳ κως {²⁶co(n)s(ulibus)}²⁶.
Search Help
Contact Us