[ ]
Italia — Roma — 140 AD — IG XIV 1051
| 1 | Αὐτοκράτορι Καίσαρι |
| [θε]οῦ Ἁδριανοῦ υἱῷ, [θε]οῦ | |
| Τραιανοῦ Παρθικοῦ υἱωνῷ, [θε]οῦ | |
| Νέρουα ἐκγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ | |
| 5 | Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ |
| ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς ἐξουσίας | |
| τὸ γʹ, ὑπάτῳ τὸ γʹ, π(ατρὶ) π(ατρίδος), τῷ εὐεργέτῃ καὶ | |
| σωτῆρι Ἁδριανῆς Μοψουεστίας τῆς | |
| Κιλικίας, ἱερᾶς καὶ ἐλευθέρας καὶ ἀσύλου | |
| 10 | καὶ αὐτονόμου καὶ φίλης καὶ συμμάχου |
| Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος διὰ τῆς | |
| θείας αὐτοῦ δικαιοδοσίας βέβαια | |
| τηρήσαντος αὐτῇ τὰ ἐξ ἀρχῆς δίκαια. |