[ ] Kalymna Isl. — Sanct. of Apollo — decree of Kos — ca. mid-2nd c. BC (bef. 167 BC?) — SGDI III,1 3619 — cf. Chiron 29 (1999) 292 — cf. SEG 49.1122bis
See also:
[— — — — — — — — — — — — περὶ ὧν Καλύμνιοι ψάφισμα]
[καὶ ἄγγελον ἀποστείλαντες τὸν δεῖνα καὶ στέφανον ὧι τε]-
1 [τιμάκαντ]ι̣ Ἀ̣ν̣τίπατρον Διοσ̣κ̣[ουρίδα τὸν ἰατρὸν ἀξιοῦντι]
[δόμεν] αὐτοῖς ἀναγόρευσιν τοῦ σ̣[τεφάνου ἐν τοῖς Διονυσί]-
οις καὶ τοῖς μεγάλοις Ἀσκλαπιείοι[ς, καὶ τόπον ἀποδεῖ]-
ξαι ποτ’ ἀνάθεσιν στάλας ἐν τῶι ἱερῶι τ̣ο̣[ῦ Ἀσκλαπιοῦ, δε]-
5 δόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶμος ἐ̣[παινεῖ μὲν αὐ]-
τὸς ἐπὶ τῶι τιμῆν τὸς ἀγαθὸς τῶν ἰατρῶν̣, τ̣ὰ̣[ν δὲ ἀναγό]-
ρευσιν τοῦ στεφάνου ποιησεῖται καθότι ἀξιοῦν̣[τι· ἀπο]-
δειξάντω δὲ καὶ τοὶ προστάται μετὰ τοῦ ἱερέως τοὶ αἱ̣ρ̣[εθέν]-
τες καθ’ ὅν κα {ι} χρόνον ἁ ἀνάθεσις τᾶς στάλας γίνηται, τόπ̣[ον]
10 ὅς κα δοκῇ αὐτοῖς ἐπιτάδειος ἦμεν· ἐπιμεληθέντω δὲ καὶ
τᾶς ἀναγορεύσιος τοῦ στεφάνου μετὰ τοῦ ἀγωνοθέτα.
Search Help
Contact Us