1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά-
|
|
μωι, γνώμα προστατᾶν· ἐπειδὴ
|
|
Πραξιφάνης Κρατίδα ἐπελθὼν
|
|
ἐπί τε τὰν βουλὰν καὶ τὸν δᾶ-
|
5
|
μον ἐμφανίζει Θεόγνητον Ἀν-
|
|
τιβίου Λαμψακηνὸν εὔνουν ἦ-
|
|
μεν τῶι δάμωι τῶι Καλυμνίων
|
|
καὶ τοῖς ἐντυνχάνουσι τῶν
|
|
πολιτᾶν χρείας παρεχόμενο<ν>
|
10
|
πᾶσιν ἀπροφασίστως κατὰ δύ-
|
|
ναμιν τὰν αὐτοῦ οὐθὲν ἐν-
|
|
λείποντα προθυμίας, ὅπως οὖν
|
|
φαίνηται ὁ δᾶμος τιμῶν τοὺς
|
|
εὐεργετεῖν προαιρουμένους
|
15
|
αὐτὸν καὶ τοὶ αἱρούμενοι τὰς
|
|
χρείας παρέχεσθαι τῶι δάμωι
|
|
τῶι Καλυμνίων εἰδῶντι ὅτι ὑπαρ-
|
|
ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ
|
|
τοῦ πλήθους τοῦ Καλυμνίων κα-
|
20
|
τὰ δύναμιν τὰν αὐτῶν, ἀγαθᾶι
|
|
τύχαι, δεδόχθαι τῶι δάμωι· πολί-
|
|
ταν ἦμεν Καλυμνίων Θεόγνη-
|
|
τον Ἀντιβίου Λαμψακηνὸν καὶ
|
|
αὐτὸν καὶ ἐγγόνους, μετέχον-
|
25
|
τας πάντων ὧνπερ καὶ τοὶ ἄλλοι
|
|
Καλύμνιοι. ἐπικλαρῶσαι δὲ αὐ-
|
|
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον·
|
|
τοὺς δὲ προστάτας ἀναγράψαι
|
|
τόδε τὸ ψάφισμα εἰς στάλαν λι-
|
30
|
θίναν καὶ θέμεν εἰς τὸ ἱερὸν τοῦ
|
|
Ἀπόλλωνος· τᾶς δὲ ἀναθέσεως
|
|
καὶ τᾶς ἀναγραφᾶς ἐπιμεληθῆ-
|
|
μεν Πραξιφάνη Κρατίδα· ἐπε-
|
|
κλαρώθη ἐπὶ φυλὰν καὶ δᾶμον·
|
35
|
ἔλαχε φυλᾶς Κυδρηλείων,
|
|
δάμου Ἀμφιπετρᾶν.
|