[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. 300 BC
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
γνώμα προστατᾶν· ἐπειδὴ Νικό-
στρατος Νικοφάντου ἐμφανίζε[ι]
Μοσχίωνα Μοιρίχου Θηραῖον εὔ-
5 νουν ἦμεν τῶι δάμωι, καὶ νῦν τοῖς
τεταγμένοις τῶν πολιτᾶν
ἐν Μώγλοις εἰς ἃ παρεκάλουν
αὐτὸν χρείας παρεισχέσθαι αὐτοῖς
μετὰ πάσας προθυμίας ἀπροφα-
10 σίστως· ὅπως οὖν ὁ δᾶμος φαίνη-
ται χάριν ἀποδιδοὺς τοῖς εἰς αὐτὸν
προθυμίας μηθὲν ἐνλείπουσι καὶ
πολλοὶ προαιρῶνται εὐεργετεῖν
τὸν δᾶμον, εἰδότες ὅτι ὑπαρξεῦν-
15 τι αὐτοῖς τιμαὶ παρὰ τοῦ δάμου
καταξίαι ὧν κα εὐεργετήσωντι,
ἦμεν δὲ αὐτῶι ἐν Καλύμναι
πολιτείαν ἔνκτησιν ἰσοτέλειαν
προεδρίαν καὶ αὐτῶι καὶ ἐγγόνοις,
20 ἐπ̣ικλαρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυ-
λὰν καὶ δᾶμον τοὺς προστάτας·
ἔλαχε φυλᾶς Περφιδᾶν, δάμου
Ποθαίων. ἀναγράψαι δὲ τόδε τὸ ψά-
[φισμ]α̣ ε̣ἰ̣ς̣ σ̣τ̣ά̣λ̣α̣ν̣ [λι]θ[ίναν] κ̣α̣ὶ̣ ἀ̣-
25 [ναθέμεν εἰς τὸ ἱαρ]ὸ̣ν̣ [τοῦ] Ἀ̣πόλλω-
ος — — — — — — — — — — — — —]
Search Help
Contact Us