Tit. Calymnii Test. XIV
[ ] Kos Isl. — Kos — bef. mid-3rd c. BC — RFIC 70 (1942) 8, 3
See also:
1 [ἑλέσθαι δ]ὲ̣ κ̣α̣ὶ̣ ἄ̣ν̣δρας ἓξ ἐκ̣ [πάντων, τοὶ]
δὲ αἱ̣ρ̣ε̣θέντες τό τε̣ ψ̣άφισμα π̣[ροσενεγκάν]-
τω καὶ τὸν στέφανον̣ Πραξίλαι καὶ ἐπ̣[ελ]-
θόντες ἐπὶ τὰμ β̣ουλὰν καὶ τὸν δᾶμο̣[ν]
5 ἀξιωσάντω ἐπιμ̣έ̣λ̣ειαμ ποήσασθαι
ὅπως ἀναγραφὲν τόδε τὸ ψάφισμα εἰς
στάλαν ἀνατεθῆι ἐν τῶι ἱερῶι τοῦ Ἀσκλα-
πιοῦ καὶ ὅπως ἀναγγελῆ ὁ στέφανος καὶ ὧν
ἕνεκεν τετίμαται Πραξίλας ἔν τε τῶι
10 χορικῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι
γυμνικῶι τῶμ μεγάλων Ἀσκλαπιείων·
ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα τόδε εἰς στά-
λαν καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος τοῦ Δαλίου τοῦ ἐγ Καλύμναι·
15 τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθέντω
τοὶ δάμαρχοι.
Search Help
Contact Us