[ ] Kos Isl. — Haleis — Pyli — reign of Augustus — BCH 14 (1890) 297, 2 — SGDI III,1 3698 — IGR IV 1087
See also:
1 ἐπὶ μο(νάρχου) Ἀντάνορος, ἱερέως δὲ Αὐ-
τοκράτορος Καίσαρος θεοῦ υἱο[ῦ]
Σεβαστοῦ Νεικαγόρα τοῦ Δαλιο-
κλέους, μη(νὸς) Ἀρ̣τ(αμιτίου) ∙ δ (σταμένου), τοὶ κατοικεῦντες
5 ἐν τῶι δάμωι τῶν Ἁλεντίων καὶ το[ὶ]
ἐνεκτημένοι καὶ τοὶ γεωργεῦντε[ς]
ἐν Ἅλεντι καὶ Πέλῃ, τῶν τε πολειτᾶν
καὶ Ῥωμαίων καὶ μετοίκων, ἐτείμασαν
στεφάνῳ χρυσέωι Ἰσίδωρον Νεικάρχο[υ]
10 ἰατρὸν δαμοσιεύοντα ἀρετᾶς ἕνεκα τᾶς
περὶ τὰν τέχναν καὶ τὸν ἄλλον αὐτοῦ βίο[ν]
καὶ εὐνοίας τᾶς ἐς αὐτός, ἄνδρα πᾶσαν
ἐνδεδειγμένον ποτὶ πάντας εὔνοιαν
καὶ σπουδάν. vac. καθειέρωσαν δὲ τὰ[ν]
15 στάλαν παρὰ τὰν καθειδρυμέναν [εἰ]-
κόνα τοῦ Σεβαστοῦ. vac. δαμαρχεῦν-
τος Νεικομάχου τοῦ Ἀνθίππου
τοῦ βʹ.
Search Help
Contact Us