[ ]
Kos Isl. — Kos — 2nd/1st c. BC — GVI 1729 (text)
| 1 | [π]ρὶν μὲν Ὁμήρειο[ι γρα]φ̣ίδες φιλ[οδέσπο]τ̣ον ἦθος |
| Εὐμαίου χρυσέαις ἔκλαγον ἐν σελίσιν· | |
| σεῦ δὲ καὶ εἰν Ἀίδαο σαόφρονα μῆτιν ἀείσει, | |
| Ἴναχ’, ἀείμνηστον γράμμα λαλεῦσα πέτρη, | |
| 5 | καί σε πρὸς εὐσεβέων δόμον ἄξεται ἐσθλὰ Φιλίσκος |
| δῶρα καὶ ἐν ζωοῖς κἀμ φθιμένοισι τίνων, | |
| σήν τ’ ἄλοχον Κλειοῦν ταὐτόν σοι παῖδα τίουσαν, | |
| πηγῆς ἧς μαστῶν εἴλκυσε νηπίαχος. | |
| ὦ δυσάλ<υ>κτ’ Ἀίδη, τί τὸ τηλίκον ἔσχες ὄνειαρ, | |
| 10 | κλεινὸν Κλευμαχίδος κοῦρον ἀειράμενος; |