[ ]
Kos Isl. — Kos — 1st c. BC — Paton-Hicks 58 — cf. SEG 26.954
See also:
| front face.1 | Φοίβωι καὶ Βάκχωι μ’ ἐπινίκιον ἴλαον αὐλοῖς, |
| οὔνομα καὶ τέχνην πατρὸς ἐνενκαμένου, | |
| δῆμος ἐπέγραψεν Κώιων Διόνυσον, Ἀρίστων, | |
| μάρτυρά σοι στεφάνων Ἑλλάδος εὐρυχόρου. | |
| vacat | |
| 5 | ἀνφοτέρης ὀφιηβοσίης αὐλοῖσιν Ἀρίστων |
| Πυθοῖ κἠν Νεμέηι κλῶνας ἐρεψάμενος, | |
| καὶ πίτυν ἐξ Ἰσθμοῖο Παλαίμονι πυκνὰ <λ>αλεῦσαν | |
| ἀσπίδα τε ἐξ Ἄργους ἀντὶ Διὸς κοτίνων, | |
| καὶ τὸν ἀπ’ οὐκ ἀγρίου Παναθηναίοισιν ἐλαίου | |
| 10 | νειφόμενον δώροις κρωσσὸν ἐνενκάμενος, |
| χάλκεον ἁβροχίτωνα Θυώνης παῖδα με Βάκχον, | |
| Δωρίδος ἐκ πάτρης ἄνθεμα δημοσίηι | |
| Φοίβωι κἀμαυτῶι κεχαρισμένον εἵσατο τέχνης | |
| ἣν πατρὸς ἐκ φιλίης αὔσαθ’ ὁμωνυμίης. | |
| right face.1 | θεοί. |