| 1 | ὁ δᾶμος [ὁ Κῴων] |
| ἀνέθηκεν Μιννίδα Πραύλου [τοῦ — — — —] | |
| τοῦ Εὐδάμου φιλοπάτριδος δά[μου υἱοῦ] | |
| φιλοκαίσαρος, ἱέριαν {²⁶ἱέρειαν}²⁶ Ἀσκλαπιοῦ [καὶ Ὑγιείας καὶ] | |
| 5 | Ἠπιόνας καὶ Ῥέας καὶ Δυώδε[κα Θεῶν καὶ Διὸς] |
| Πολιέως καὶ Ἀθάνας Πολιά[δος καὶ τοῦ Σεβαστοῦ] | |
| Καίσαρος, ἱερατεύσασαν δὲ Ἀπό[λλωνος Δαλίου] | |
| καὶ Ἀπόλλωνος Καρνείου, τε[τιμαμέναν δὲ ὑπὸ τοῦ] | |
| δάμου ταῖς μεγίσταις τιμα[ῖς καὶ εἰκόνι χαλκῇ, τε]- | |
| 10 | τιμαμέναν δὲ καὶ ὑπὸ τοῦ Σε[βαστοῦ Καίσαρος 〚τε〛]- |
| 〚τιμαμέναν〛 τιμαῖς μαρ[μαρίναις ἀρετᾶς ἕνεκα] | |
| καὶ σωφροσύνας καὶ τᾶς [εἰς τοὺς θεοὺς πάντας] | |
| εὐσεβίας {²⁶εὐσεβείας}²⁶ καὶ τᾶς περὶ τὸν [δᾶμον] | |
| καλοκἀγαθί[ας]. |
Iscr. di Cos
EV 226