1 | [Γάϊ]ο̣ν Στερτίνιο[ν Ἡ]ρα[κ]λ[εί]του υἱὸν Κ[ορ]- |
[νηλί]ᾳ Ξενοφῶντα, φιλοκαίσαρα, φιλοκλ[αύ]- | |
[δι]ο̣ν, φιλοσέβαστον, δήμου υἱόν, φιλόπα̣- | |
τριν, εὐσεβῆ, εὐεργέτην τῆς πατρίδος, <πα>[ρὰ] | |
5 | τοῦ Σεβαστοῦ ἱερέα διὰ βίου τῶν Σεβαστῶ[ν] |
καὶ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]- | |
μανικοῦ Αὐτοκράτορος καὶ Ἀσκληπιοῦ καὶ [Ὑ]- | |
γείας καὶ Ἠπιόνης καὶ κατὰ γένος Ἀπόλλ[ω]- | |
νος Καρνίου καὶ Σεβαστῆς Ῥέας, ἀρχίατρ[ον], | |
10 | χειλιαρχήσαντα, καὶ ἔπαρχον γενόμενο[ν] |
τῶν ἀρχιτεκτόνων, καὶ τειμηθέντα ἐν τ̣[ῶι] | |
κατὰ Βριτάννων θριάμβωι στεφάνωι χρυσέ[ωι] | |
καὶ δόρατι —— Γάϊος Ἰούλιος Διονυσίου [υἱ]- | |
ὸς Φαβίᾳ Ἀντίπατρος φιλοκαῖσαρ καὶ φιλοσ[έ]- | |
15 | βαστος, χιλίαρχος καὶ ἀποδεδειγμένος |
τῆς Ἀσίας ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ θεο[ῦ] | |
Σεβαστοῦ Καίσαρος Διὸς Πατρώιου, σὺν Ἰο[υ]- | |
λίᾳ Πολυδεύκους θυγατρὶ Νικαγορίδι τῆ[ι] | |
ἑαυτοῦ γυναικὶ καὶ τοῖς τέκνοις τὸν συ̣[γ]- | |
20 | γενῆ εὐχαριστίας καὶ εὐνοίας ἕνεκεν. |
Iscr. di Cos
EV 219