[ ] Kos Isl. — Kos — reign of Claudius
1 [Γάϊ]ο̣ν Στερτίνιο[ν Ἡ]ρα[κ]λ[εί]του υἱὸν Κ[ορ]-
[νηλί]ᾳ Ξενοφῶντα, φιλοκαίσαρα, φιλοκλ[αύ]-
[δι]ο̣ν, φιλοσέβαστον, δήμου υἱόν, φιλόπα̣-
τριν, εὐσεβῆ, εὐεργέτην τῆς πατρίδος, <πα>[ρὰ]
5 τοῦ Σεβαστοῦ ἱερέα διὰ βίου τῶν Σεβαστῶ[ν]
καὶ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]-
μανικοῦ Αὐτοκράτορος καὶ Ἀσκληπιοῦ καὶ [Ὑ]-
γείας καὶ Ἠπιόνης καὶ κατὰ γένος Ἀπόλλ]-
νος Καρνίου καὶ Σεβαστῆς Ῥέας, ἀρχίατρ[ον],
10 χειλιαρχήσαντα, καὶ ἔπαρχον γενόμενο[ν]
τῶν ἀρχιτεκτόνων, καὶ τειμηθέντα ἐν τ̣[ῶι]
κατὰ Βριτάννων θριάμβωι στεφάνωι χρυσέ[ωι]
καὶ δόρατι —— Γάϊος Ἰούλιος Διονυσίου [υἱ]-
ὸς Φαβίᾳ Ἀντίπατρος φιλοκαῖσαρ καὶ φιλοσ[έ]-
15 βαστος, χιλίαρχος καὶ ἀποδεδειγμένος
τῆς Ἀσίας ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ θεο[ῦ]
Σεβαστοῦ Καίσαρος Διὸς Πατρώιου, σὺν Ἰο[υ]-
λίᾳ Πολυδεύκους θυγατρὶ Νικαγορίδι τῆ[ι]
ἑαυτοῦ γυναικὶ καὶ τοῖς τέκνοις τὸν συ̣[γ]-
20 γενῆ εὐχαριστίας καὶ εὐνοίας ἕνεκεν.
Search Help
Contact Us