[ ] Kos Isl. — Kos — 2nd c. BC
face A.1 [ἐπὶ μον]άρχου Θαρσικράτου, μηνὸς Γε-
[ραστίου] νουμηνίαι. vac. ἔδοξε τᾶι βουλᾶι
[καὶ τῶι] δάμωι, γνώμα προστατᾶν·
ἐπειδὴ Φανόμαχος Θεσσαλοῦ εὐ-
5 σεβῶς μὲν διακείμενος ποτὶ τὸς
θεός, φιλαγάθως δὲ ποτὶ τὸς πολί-
τας ἀνιεροῖ τῶι τε Διὶ καὶ τῶι Δάμωι
καὶ δίδωτι τὰς γᾶς τὰς αὐτοῦ τάς
τε ἐν Ἀκόρναι καὶ τὰς οἰκίας τὰς ἐ-
10 πὶ ταῖς γαῖς καὶ τἆλλα τὰ ἐν ταῖς γα[ῖς]
πάντα, αἷς γείτονες Ἀριστοκλῆς
Χ̣αρμίππου, Ἁγησίας Ἁγησία κατὰ φύ-
σιν δὲ Γενοκλεῦς, Θρασύανδρος Ἁ-
γησία, καὶ τὰν γᾶν τὰν ἐν Αἰγήλωι
15 καὶ τὰν οἰκίαν τὰν ἐπὶ τᾶι γᾶι καὶ τἆλ-
λα τὰ ἐν τᾶι γᾶι πάντα καὶ τὰ προσόν̣-
τα τᾶι γᾶι ταύται π̣[άντα], ἇι γείτονες
[Θε]ύδωρος Χαιρε[δάμο]υ̣, Δ̣ι̣ομέδω[ν]
[Πυ]ρρ̣ίχ̣ο̣υ̣. Τ[— — — — — — — — —]
face B.1 τοὶ δὲ διαγραψάμενοι πάντες ἄγοντ-
ες {〚ἄγοντες〛} τὰν πομπάν, καὶ πομπευ-
σάντω̣ μετὰ τοῦ ἱερέως κ̣α̣ὶ̣ τ̣ῶ̣ν̣ π̣ρ̣[οστα]-
τᾶν ἐν τῶι Γεραστίωι μ̣[ηνὶ — — τᾶι τῶι]
5 τε Διὶ καὶ τῶι Δάμω̣ι̣ [— — — — — — — —]
τοι τῶι ἱερεῖ ἀντι̣[— — — — — — — — πομ]-
πευόντω δὲ κ[αὶ τοὶ ἔφηβοι καὶ] τ̣οὶ π̣α̣[ῖδες]
τοὶ κιθαρίζ̣[οντες. ἀποστελλόντω] δὲ τὰν
πομπὰν̣ [τοὶ προστάται με]τὰ τοῦ ἱερ[έ]-
10 ως ἐκ τ[οῦ πρυτανείου ἐς τ]ὸ ἱερόν, διὰ
τοῦ ε[— — — — — — — — —]ναίου στεφά-
νου [— — — — — — — — — —]ντας τὸς φα[λ]-
λ̣ὸ̣ς [— — — — — — — — — συ]ντελεύμ[ε]-
[να — — — — — — — — — — —]Ρ̣Ο[— — —]
face C.1 πλὰν τῶν γραφομένων χάριν τᾶς κατα-
σκευᾶς τοῦ ἱεροῦ καὶ εἴ κά τι δέῃ ἀνά-
[λ]ω̣μα γενεθ[ή]μ̣εν ἀπὸ τῶν περιγινο-
[μ]ένων χρημάτων̣. αἰ δέ κά τις ἐν̣ δά-
5 [μωι] π̣ρο[θῆι ἄλλο τ]ι, τοὶ προστάται μὴ
[ἐπιψαφιζόντω ἢ ὀφειλ]όντω ἐπιτίμιον
[τῶι τε Διὶ καὶ τοῖς να]ποίαι[ς. ὅ]π̣ω̣[ς]
δὲ [τὸ ψ]άφ[ισμα τοῦτο ἀναγ]ρα̣φῇ ἐς̣
[σ]τάλαν λε[υκοῦ λίθου καὶ ἀνατεθ]ῇ π̣α̣-
10 [ρ]ὰ τὸν βωμὸν [τοῦ Διὸς τοὶ προσ]-
[τ]άται, οἵ κα ἄρχω[σιν ἐν δάμωι ἐν τῶι]
χρόνωι ἐν ὧι δεῖ π̣[ωλεῖσθαι τὰς στάλας, ἐπιμε]-
λεῖσθαι, πρὶν ἢ τὸν ἱε[ρέα — — — — — — — τὸ]
δὲ γενόμενον ἀνάλ[ωμα — — — — — — — —]
15 [— — — —] τὸ δὲ ἱερὸ[ν — — — — — — — — —]
face F.1 [Φ]ανόμαχος Θεσσαλοῦ
Πυθαγόρας Δαμοφῶντος
Κάλλιππος Νικασίππου
Πυθαγόρας Φυλοτίμου
5 Ἀριστόμαχος Ποταγόρου
Ἀπολλόδωρος Χαιρίππο[υ].
Search Help