[ ]
Kos Isl. — Kos — early 2nd c. BC — cf. BE (1995) 448 — cf. REG 108 (1995) 576-585 — Chiron 31 (2001) 245, 6 (ll. 70-90) [SEG 51.1062]
See also:
| face A,front.1 | ἀγαθᾶι τύχαι. τάδε διέγραψαν τοὶ αἱρεθέντες ὑπὲρ |
| τᾶς ἱερωσύνας τοῦ Ἑρμᾶ τοῦ Ἐναγωνίου, Ἵππαρχος | |
| Νικολόχου, Ἀνδροσθένης Ἀλθαιμένευς, Χαρίδαμος Διο- | |
| φάντου. ὁ πριάμενος τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ τοῦ Ἐνα- | |
| 5 | γωνίου ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ ἱερώσθω ἐπὶ βίου. ὁ πρι- |
| άμενος τὰν ἱερατείαν ἀτελὴς ἔστω στρατείας ὑπερορί- | |
| ου, ἱπποτροφίας, τριηραρχίας, χοραγιᾶν, λαμπαδαρχίας, | |
| καὶ τᾶν ἄλλαν λειτουργιᾶν πασᾶν· σπενδέτω δὲ καὶ ἐν | |
| τοῖς ἀγῶσιν, καὶ ἐμ προεδρίαι καθήσθω καθὰ καὶ τοὶ ἄλλοι ἱε- | |
| 10 | ρεῖς. ἐπιτιθέτω δὲ καὶ τὰ ἱερὰ ἐπὶ τὸμ βωμὸν πᾶσι τοῖς θύ- |
| ουσι ὁ ἱερεύς· γέρη δὲ λαμβανέτω τῶν θυομένων τῶι | |
| Ἑρμᾶι τῶι Ἐναγωνίωι δέρμα καὶ σκέλος. ὁ μόναρχος ὁ γε- | |
| νόμενος μετὰ Μενοίτιον καὶ τοὶ ἱεροποιοὶ καὶ τοὶ ἄλλοι τοὶ | |
| ἀεὶ γενόμενοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διατεταγμένου | |
| 15 | αὐτοῖς ἐς τὰς κατὰ μῆνα θυσίας θυόντω ἐμ μὲν τοῖς ἄλ- |
| λοις μησὶ τετράδι ἱσταμένου, τοῦ δὲ Ὑακινθίου τᾶι δευτέ- | |
| ραι καὶ τοῦ Ἀλσείου τᾶι δεκάται, ἑκάστου μηνὸς ὄϊν ἄρσε- | |
| να μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸30}⁸ {⁴ΔΔΑ(?)}⁴· ὁ ἱερεὺς ἐπὶ πᾶ- | |
| σαν τὰν θυσίαν ἃν θύει τῶι Ἑρμαιεῖ ὁ μόναρχος καὶ τοὶ ἱερο- | |
| 20 | ποιοὶ συμπομπευέτω. ὁ ἀγωνοθέτας θυέτω καθὰ καὶ πρότε- |
| ρον ἐν ταῖς τρισὶ προλαμπάσι ταῖς πράταις, Δαλίου δεκά- | |
| ται, ἑκκαιδεκάται, ἱκάδι, ἐν ἑκάσται προλαμπάδι ἱερεῖον | |
| τέλευν μὴ ἐλάσσονος ἄξιον τοῦ γεγραμμένου ἐν τῶι νό- | |
| μωι δραχμᾶν {⁸20}⁸· θυέτω δὲ καὶ ἐν τᾶι λαμπάδι τοῦ μη- | |
| 25 | νὸς τοῦ Ἀλσείου τᾶι δεκάται ἱερεῖον ποτὶ τὸ αὐτὸ πλῆ- |
| θος τοῦ ἐκκειμένου ἀργυρίου, καθὰ καὶ πρότερον. τοὶ λαμ- | |
| πάδαρχοι θυόντω τῶι Ἑρμᾶι ταῖς τρισὶ προλαμπάσι ἕκται ἀπι- | |
| όντος Δαλίου, καὶ νευμηνίαι Ἀλσείου, ἕκται ἱσταμένου, ἕκασ- | |
| τος ἐν ἑκάσται προλαμπάδι ἱερεῖον τέλευν μὴ ἐλάσσο- | |
| 30 | νος ἄξιον δραχμᾶν {⁸20}⁸· θυόντω δὲ καὶ τᾶι τετράδι τοῦ |
| Ἀλσείου πρὸ τοῦ τὰν ἔριν τᾶς λαμπάδος γίνεσθαι καὶ τᾶι δεκά- | |
| ται ἐπὶ τᾶι λαμπάδι, ἐν ἑκατέραι ἁμέραι ἕκαστος τῶν λαμπα- | |
| δάρχων ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸. τῶν | |
| λαμπαδάρχων ὁ νικάσας εὐεξίαι ἢ δρόμωι θυέτω ἀπὸ τοῦ νικα- | |
| 35 | τηρίου τοῦ ἐκκειμένου ἐν τῶι νόμωι τῶι Ἑρμᾶι ὑπὲρ ἑκατέ- |
| ρας νίκας κατὰ τὰν αὔριον τᾶς λαμπάδος ἱερεῖον τέ- | |
| λευν ἀπὸ δραχμᾶν {⁸30}⁸. ὁ γυμνασίαρχος ὅς κα ἄρχηι | |
| μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἄλλοι τοὶ ἀεὶ γινόμε- | |
| νοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς διατοξεύ- | |
| 40 | σεις καὶ διακοντισίας θυόντω τᾶς μὲν χειμερινᾶς ἑξαμήνου |
| Θευδαισίου, Καφισίου, Γεραστίου, τᾶς δὲ θερινᾶς Ἀγριανίου, Πανά- | |
| μου, Ἀλσείου, ἑκάστου μηνὸς ἱερεῖον μὴ ἐλάσσονος ἄξιον | |
| δραχμᾶν {⁸25}⁸. θυόντω δὲ καὶ ἀπὸ τοῦ διδομένου αὐτοῖς εἰς τὰς | |
| διαδρομὰς τοῦ Ἀρταμιτίου καὶ τοῦ Ἀγριανίου ἐν ἑκατέρωι μηνὶ ἱε- | |
| 45 | ρεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν {⁸10}⁸. θυόντω δὲ καὶ τοῦ μηνὸς |
| τοῦ Ἀλσείου τᾶι δεκάται καθὰ καὶ πρότερον ἱερεῖον μὴ ἐλάσσονος | |
| ἄξιον τοῦ ἐν τῶι νόμωι γεγραμμένου δραχμᾶν {⁸20}⁸. ὁ παιδο- | |
| νόμος ὅς κα ἄρχηι μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἀεὶ γινό- | |
| μενοι θυόντω τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι δευτέραι τῶι Ἑρ- | |
| 50 | μᾶι ἱερεῖον τέλευν ἀπὸ δραχμᾶν {⁸20}⁸. τοὶ δὲ ταμίαι διδόν- |
| τω αὐτῶι τὸ τεταγμένον. τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι | |
| δευτέραι μετὰ τὸ συντελεσθῆμεν τὸν μακρὸν δρόμον γίνεσ- | |
| θαι λαμπάδα παίδων πρὶν ἢ τὰς πομπὰς ἀποστέλλεσθαι· ὁ δὲ παι- | |
| δονόμος μετὰ τοῦ ἱερέως τοῦ Ἑρμᾶ καὶ τοῦ ἀγωνοθέτα καταλε- | |
| 55 | ξάτω παῖδας ἐκ τῶν παραβαλλόντων ἐς τὰς παλαίστρας, τὸν |
| ἴσον ἀριθμὸν ὃς καὶ ἐπὶ τῶν τρεχόντων τᾶι δεκάται τοῦ Ἀλσείου | |
| τῶι νόμωι γέγραπται· ἀλειφέσθων δὲ ἐπεί κα μέλλοντι τρέχεν | |
| ἀπὸ τοῦ ἐλαίου τοῦ ἐκτιθεμένου ὑπὸ τοῦ γυμνασιάρχου· τοῦ | |
| δὲ ἱερείου οὗ θύει ὁ παιδονόμος τᾶι δευτέραι τοῦ Ὑακινθίου τῶι | |
| 60 | Ἑρμᾶι τὰ μὲν ἄλλα κρέα διανειμάτω τοῖς δραμοῦσι τὰν |
| λαμπάδα, τὸ δὲ εὐώνυμον σκέλος διδότω ἆθλον τῶι νικάσαν- | |
| τι τὰμ πράταν· αἰ δέ κά τινες ἐρίζωντι ὑπὲρ τᾶς πράτας | |
| γίνεσθαι καὶ ἐπὶ τούτων τὰν διαδρομὰν κατὰ ταὐτὰ καθὰ καὶ ἐπὶ | |
| τῶν τᾶι τετράδι τοῦ Ἀλσείου ἐριζόντων ἐν τῶι νόμωι γέγραπται. | |
| 65 | ὁ παιδονόμος τᾶι δεκάται τοῦ Ἀλσείου θυέτω ἐν τᾶι λαμπάδι ἱε- |
| ρεῖον τῶι Ἑρμᾶι καθὰ ἐν τῶι νόμωι γέγραπται μὴ ἐλάσσονος | |
| ἄξιον δραχμᾶν {⁸30}⁸· κατὰ τὰ αὐτὰ δὲ θυέτω καὶ τὸ ἕτερον | |
| ἱερεῖον ὃ γέγραπται ἐν τῶι νόμωι· ἆθλον διδόσθαι τοῖς νικῶ- | |
| σι ἀπὸ τοῦ ἐκκειμένου ἀργυρίου δραχμᾶν {⁸30}⁸. τοὶ στρα- | |
| 70 | ταγοὶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς δια̣- |
| τοξείας τῶν βαλλόντων τῶι καταπάλται θυόντω τῶι | |
| Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ἀρταμιτίου καὶ τοῦ Πανάμου κ̣α̣ὶ Καρνε̣[ί]- | |
| ου καὶ Καφισίου, ἐν ἑκάστωι μηνὶ τῶν γεγραμμένων ἱερεῖον μὴ | |
| ἐλάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ὅσοι κα νικάσωντι στε- | |
| 75 | φανίταν ἀγῶνα, θυόντω τῶι Ἑρμᾶι τῶι Ἐναγωνίωι ἱερεῖον μὴ ἐ- |
| λάσσονος ἄξιον δραχμᾶν {⁸40}⁸· ἐπεί κα τὰν ἀ{να}ναγόρευ- | |
| σιμ {²⁶ἀναγόρευσιμ}²⁶ ποιῶνται τοὶ προστάται τῶν νικώντων τὸς στεφανίτας ἀ- | |
| γῶνας, τὸν στέφανον ἐπιτιθέτω τῶι νικῶντι ὑπὲρ τᾶς πόλιος | |
| ὁ ἱερεὺς τοῦ Ἑρμᾶ. v τοὶ παιδοτρίβαι τοὶ ὑπὸ τᾶς βουλᾶς δοκι- | |
| 80 | μ̣ασθέντες θυόντω τῶι Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι |
| δευτέραι τοὶ πάντες ἱερεῖον μὴ ἐλάσσονος ἄξιο<ν> δρα- | |
| χμᾶν {⁸30}⁸. τὰ πίπτοντα ἀπὸ μηνὸς Βαδρομίου τοῦ ἐπὶ Με- | |
| [ν]ο̣ι̣τ̣ί̣ου [τὰ ἐξ] ἀστυνόμων καὶ τὰ ἐξ ἀγορανόμων χῶρι τῶν | |
| [․․8-10․․․ κ]αὶ ἐμπορι̣κ̣ῶν παραβολίων καὶ ἐπιδεκάτων τῶ̣[ν] | |
| 85 | [․․․10-12․․․]α ἦμεν ἱερὰ τοῦ Ἑρμᾶ. v τοὶ ἐργωνήσαντε[ς] |
| [παρὰ ․․6-8․․]ητᾶν ἢ ἐπιστατᾶν ἀπό τε {καὶ} τοῦ Βαδρο[μίου] | |
| [τοῦ ἐπὶ Μενο]ι̣τίου ἀπαρχέσθων ἀπὸ παντὸς τοῦ [․c.5․] | |
| [․․․․․13-17․․․․․]αν τῶι Ἑρμαῖ, καὶ ὧμ μέν κα τοὶ ταμ̣[ίαι] | |
| [․․․․․14-18․․․․․․]αι ἔργων, ὑπολογεύντω αὐτοῖ̣[ς ․c.6․․] | |
| 90 | [․․․․․․15-20․․․․․․․] ἀπὸ τᾶς π̣ράτας δόσιος ΤΟ̣[— — — —] |
| vacat | |
| face B,back.1 | {²exemplar lateris B deest}² |