[ ] Kos Isl. — Kos — ca. 220-210 BC — Iscr. di Cos ED 78 — PdP 38 (1983) 63-64 (R. Herzog)
1 [ἐπειδὴ Καφισοφῶν Φιλίππου ἰατρὸς διατρίβων παρὰ βασιλεῖ]
[Πτολεμαίωι πρότερόν τε ἀεί τινος ἀγαθοῦ γέγονε παραίτιος]
[λέγων καὶ πράττων τὰ] συμ[φέροντα τᾶι πατρίδι κατὰ τὸ δυνατόν],
[δι’ ὅπερ καὶ ἀξιωθεὶ]ς ὑπὸ τᾶ[ς πόλιος ἐπαίνου καὶ στεφάνου καὶ]
5 [ἀναγγελίας καὶ τᾶν] ἀλλᾶν τιμ[ᾶν ἇν καὶ ὁ πατὴρ αὐτοῦ, χρήσιμος]
[καὶ εὔνους ὢν διετέ]λει, τοῖς τε [ἐντυγχάνουσι χρείας παρεί]-
[χετο, εἰς ἃ αὐτὸν πα]ρεκάλουν, οὐ[δεμίαν τε προτίμασιν κατὰ τὰν]
[τέχναν ποιεύμε]νος, τὰν αὑτοῦ [ἐμπειρίαν παρεσκεύαζε κοινὰν]
[σπουδάζων περὶ π]άντας ὁμοίως τοὺ[ς πολίτας, τιμαθεὶς δὲ καὶ]
10 [πάλιν ὑπὸ τοῦ δά]μου στεφάνωι χρυ[σέωι ἀπὸ χρυσῶν πεντήκοντα]
[καὶ ἐπαίνωι καὶ ἀ]ναγγελίαι πολὺ προθ[υμότερον καὶ ἐκτενέσ]-
[τερον αὑτὸν τᾶ]ι πατρίδι παρασκευάζε[ι, καιρὸν οὐδένα παραλεί]-
[πων εἰς τὸ μηδε]νὸς καθυστερεῖν τῶν χ̣[ρησίμων τὰμ πόλιν, ἀφικνου]-
[μένους δὲ καὶ πλ]είους τῶν πολιτᾶν ἐξ[αποσταλέντας θεωροὺς]
15 [καὶ πρεσβευτὰ]ς ποτὶ βασιλῆ Πτολεμῖον ὑποδεχόμενος μεγαλο]-
[μερῶς· ὅπως] οὖν καὶ ὁ δᾶμος φαίν[ηται καταξίως τιμῶν τὸς τὰν εὔ]-
[νοιαν ἀποδεικν]υμένος ἐν παντ̣[ὶ καιρῶι· δεδόχθαι τᾶι βουλᾶι καὶ]
[τῶι δάμωι· τύχαι τ]ᾶι ἀγαθᾶι· ἐπα[ινέσαι τε Καφισοφῶντα ἀρετᾶς]
[ἕνεκα καὶ εὐνοία]ς τᾶς ἐς τ̣[ὰν πόλιν καὶ στεφανῶσαι στεφάνωι]
20 [χρυσέωι ἀπὸ χρυσῶ]ν̣ ὅσσων̣ [ἐκ τῶν νόμων πλείστων κυρία ἐστὶ ἁ ἐκ]-
[κλησία δόμεν ․․․․․․]ης Ξα̣[νθίππου εἶπε· τὰ μὲν ἄλλα καθάπερ ἔδο]-
[ξε τᾶι βουλᾶι· ὁ δὲ] ἱερο[κᾶρυξ τοῖς τε Διονυσίοις καὶ τοῖς Ἀσκλα]-
[πιείοις ἀναγγειλάτω ὅτι ὁ δᾶμος στεφανοῖ Καφισοφῶντα Φιλίππου — —]
Search Help
Contact Us