[ ]
N. Black Sea — Chersonesos — early 3rd c. BC — IosPE IV 79
See also:
| 1 | ὀμνύω Δία, Γᾶν, Ἅλιον, Παρθένον, |
| [θ]εοὺς Ὀλυμπίους καὶ Ὀλυμπίας | |
| [κ]αὶ ἥρωας ὅσοι πόλιν καὶ χώραν | |
| καὶ τείχη ἔχοντι τὰ Χερσονασι- | |
| 5 | τᾶν· ὁμονοησῶ ὑπὲρ σωτηρίας |
| καὶ ἐλευθερίας πόλεος καὶ πολι- | |
| τᾶν καὶ οὐ προδωσῶ Χερσόνασον | |
| οὐδὲ Κερκινῖτιν οὐδὲ Καλὸν λιμέ- | |
| να οὐδὲ τἆλλα τείχη οὐδὲ τᾶς ἄλ- | |
| 10 | λας χώρας ἃν Χερσονασῖται νέμον- |
| ται ἢ ἐνέμοντο οὐθενὶ οὐθὲν οὔτε Ἕλ- | |
| λανι οὔτε βαρβάρωι, ἀλλὰ διαφυλα- | |
| ξῶ τῶι δάμωι τῶι Χερσονασιτᾶν· οὐ- | |
| δὲ καταλυσῶ τὰν δαμοκρατίαν, οὐ- | |
| 15 | δὲ τῶι προδιδόντι καὶ καταλύοντι ἐ- |
| πιτρεψῶ οὐδὲ συγκρυψῶ, ἀλλὰ ἐ- | |
| ξαγγελῶ τοῖς δαμιοργοῖς τοῖς κα- | |
| τὰ πόλιν· καὶ πολέμιος ἐσσοῦμαι τῶ<ι> | |
| ἐπιβουλεύοντι καὶ προδιδόντι ἢ ἀφι- | |
| 20 | στάντι Χερσόνασον ἢ Κερκινῖτιν ἢ |
| Καλὸν λιμένα ἢ τὰ τείχη καὶ χώραν | |
| τὰν Χερσονασιτᾶν· καὶ δαμιοργησῶ | |
| καὶ βουλευσῶ τὰ ἄριστα καὶ δικαιότα- | |
| τα πόλει καὶ πολίταις καὶ τὸν ΣΑΣΤΗ- | |
| 25 | ΡΑ τῶι δάμωι διαφυλαξῶ καὶ οὐκ ἐ- |
| χφερομυθησῶ τῶν ἀπορρήτων οὐ- | |
| θὲν οὔτε ποτὶ Ἕλλανα οὔτε ποτὶ βά[ρ]- | |
| βαρον, ὃ μέλλει τὰμ πόλιν βλάπτειν· | |
| οὐδὲ δωρεὰν δωσῶ οὐδὲ δεξοῦμαι | |
| 30 | ἐπὶ βλάβαι πόλεος καὶ πολιτᾶν· οὐδὲ |
| ἐπιβουλευσῶ ἄδικον πρᾶγμα οὐθε- | |
| νὶ οὐθὲν τῶμ πολιτᾶν τῶμ μὴ ἀφε- | |
| στακότων, οὐδὲ τῶι ἐπιβουλεύον̣[τι] | |
| [ἐπιτρεψῶ οὐδὲ συγκρυψῶ οὐθὲν οὐθε]- | |
| 35 | νί, ἀλλ’ εἰσαγγελ[ῶ] καὶ κρινῶ ψά[φωι] |
| κατὰ τοὺς νόμους· οὐδὲ συνωμο[σί]- | |
| αν συνομοῦμαι οὔτε κατὰ τοῦ κοιν[οῦ] | |
| τοῦ Χερσονασιτᾶν οὔτε κατὰ τῶμ [πο]- | |
| λιτᾶν οὐδενός, ὃς μὴ ἀποδέδεικτα̣[ι] | |
| 40 | [π]ολέμιος τῶι δάμωι· εἰ δέ τινι συνώ- |
| [μο]σα καὶ εἴ τινι καταλέλαμμαι ὅρ[κωι] | |
| [ἢ ἐ]πευχᾶι, δια̣λυσαμένωι μὲν ἄμ̣[ει]- | |
| ν̣ον εἴη καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς, ἐμμέ̣- | |
| ν̣οντι δὲ τὰ ἐναντία· καὶ εἴ τινά κα̣ | |
| 45 | σ̣υνωμοσίαν αἴσ[θ]ωμαι ἐοῦσαν ἢ̣ [γι]- |
| νομέναν, ἐξα̣γγελῶ τοῖς δαμ[ιορ]- | |
| γ̣οῖς· οὐδὲ σῖτον ἀπὸ τοῦ πεδίου ἀ[πα]- | |
| γώγιμον ἀποδωσοῦμαι οὐδὲ ἐξ[α]- | |
| ξῶ ἄλλαι ἀπὸ τοῦ πεδίου, ἀλλ’ ἢ̣ [εἰς] | |
| 50 | Χερσόνασον. Ζεῦ καὶ Γᾶ καὶ Ἅλιε [καὶ] |
| Παρθένε καὶ θεοὶ Ὀλύμπιοι, ἐμμένο[ν]- | |
| τι μέμ μοι εὖ εἴη ἐν τούτοις καὶ αὐτ̣[ῶι] | |
| καὶ γένει καὶ τοῖς ἐμοῖς, μὴ ἐμμέν[ον]- | |
| τι δὲ κακῶς καὶ αὐτῶι καὶ γένει καὶ [τοῖς] | |
| 55 | ἐμοῖς, καὶ μήτε γᾶ μοι μήτε θά[λασ]- |
| σα καρπὸν φέροι, μήτε γυνα̣[ῖκες εὐτε]- | |
| [κ]νοῖεν, μήτε ․[—]․[—]․#⁷[—]․[—]θανα․․[—] | |
| vacat vacat |