[ ] N. Black Sea — Chersonesos — reign of Ant. Pius — IosPE IV 72
frg. ab.1 πρόεδροι Χε̣ρ̣σ̣οναειτᾶν] <τ>ᾶν ποτὶ
       τᾶι Ταυρικᾶι [ε]ἶπ̣[αν].
ἐπειδὴ ❦ Γ(άιος) ❦ Κάιος Εὐτυχ[ι]αν<ὸς> [ναύκ]λ̣αρος Σ[ι]-
νωπεὺς ἀνὴρ μαρτυρόμενος μ[ὲν δ]ιὰ τρόπ[ων]
5 καλοκἀγαθίαν παρὰ τοῖς ἑ̣οῖς πολείτ̣α̣[ι]ς διά τε [τὸ]
σεμνὸν ἆθος καὶ διὰ τὴν ε̣[ἰ]ς πάντας, ἐξαι[ρ][τ]ως δ[ὲ]
περὶ τὰν πόλιν ἁμῶν φιλοστοργίαν ἤ<δ>η κα̣[ὶ πα]<ρ’> ἁ-
μὲς καλῶς ἐπιδαμήσας κ̣αὶ ἄλλοτε πλεισ[τάκις],
ἔναγχος δὲ ἐξ<α>ιρέτῳ φιλ̣ο̣τειμίᾳ τᾷ πρὸς τὸν δ[ᾶ]-
10 μον κεχραμένος ἄξιον [ἁ]γάσατο καὶ αὐτὸς τῶν
παρ’ ἁμὲς γεινομένων ἔ[ργ]ων? μετασχεῖν καὶ γενέ[σ]-
θαι τῆς πόλιος ἁμῶν κα̣[ὶ α]ὐτὸς φιλότειμος, κα[ὶ ἐ]-
παινεσάντων τῶν πρου[χό]ντων τὴν τἀνδρὸς <ἀ>[ρε]-
τὰν κατὰ ἕνα ἕκαστον τῶ[ν] πολειτᾶν καὶ τὰν πο̣[τὶ]
15 τὰν πόλιν σπουδάν τε κ[αὶ] εὔνοον φιλοστοργία[ν],
ἀνθ’ ὧν τὸν ἄνδρα φιλοφ[ρό]νως φιλοτειμησάμ[ε]-
νον δεδόχθαι τᾷ βουλᾷ κ[α]ὶ τῷ δάμῳ ἐπαινέσα[ι μὲν]
ἐπὶ τούτοις πρότερον τὸ̣ν ἄνδρα ❦ Γ(άιον) ❦ Κάιον Εὐ<τ>[υχια]-
νὸν ναύκλαρον Σινωπ̣[έα], δόμεν δὲ αὐτῷ προ[ξενί]-
20 ας πολειτείαν, ἔσπ[λουν τ]ε̣ καὶ ἔκπλουν ἐν ε<ἰρ>[άνᾳ]
καὶ πολέμῳ ἀσ[υλεὶ καὶ ἀσπον]<δ>εὶ <α>ὐτῷ τε κ<α>ὶ ἐκγ̣[ό]-
νοις κ[αὶ χράμασιν αὐτοῦ], μέτοχ<ά>ν τε πάντων ὧ[ν]-
[περ μέτεστι καὶ τοῖς Χερσονα]>είταις κἀπὸ γένους
[πολείταις· τὸ δὲ ψάφισμα τοῦ]το ἀναγραφᾶμεν λευ-
25 [κολίθου στάλᾳ — — — — — — — — — — — — — — —]
frg. c [— — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — ὁ δεῖνα] Πολυκ̣ράτ̣ους ἄρχ̣[ων? — — — — —]
[ὁ δεῖνα — — —]ους νόμων φύλ̣[αξ — — — — — — —]
[— — — — Ἡράκ]λ̣ειος Νεοκε[— {²⁷Νεοκ<λ>έ[ους]?}²⁷ — — —]
[— — — — — —ω]ς Πυθοδότο[υ — — — — — — — — —]
5 [— — — — — — —] Κόλων Πλυ[— {²⁷Π<α>υ[σανίου]?}²⁷ καὶ ὁ γραμματεὺς]
[τῆς βουλῆς Βοΐ]σκος Δημ<ο>[κράτους?].
Search Help
Contact Us