[ ]
N. Black Sea — Chersonesos — ca. 179 BC
1 | νομοφύλακες Εὐκράτης Πρυτάνιος, |
Πλειστῶναξ Διονυσίου, Ἀπολλώνιος | |
Παρθενοκλεῖος καὶ ὁ ἐπὶ τᾶς διοικήσεος | |
Ἀπολλόδωρος Ἡρογείτου εἶπαν· ἐπειδὴ | |
5 | Μηνόφιλος Μηνοφίλου Σινωπεὺς ἀνὴρ |
ἀγαθὸς καὶ φιλότιμός ἐστι ποτὶ τὸν δᾶ- | |
μον τὸν Χερσονασιτᾶν, διὰ παντὸς γνη- | |
σίως ἑατὸν ἐπιδιδούς, καὶ κοινῇ καὶ κατ’ ἰδίαν | |
τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν εὔνουν | |
10 | ἑαυτὸν καὶ ἐκτενῆ παρέχεται, πειρώμενος |
διὰ παντὸς ἀγαθοῦ τινος παραίτιος γίνεσ- | |
θαι, τάν τε παρεπιδαμίαν εὐσχάμονα καὶ συμ- | |
[φ]έρουσαν τῶι δάμωι πεποίηται, σπου- | |
[δᾶς] καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, ἐπαγ- | |
15 | [γέλλεται] δ̣ὲ καὶ εἰς τὸ λοιπὸν ἀγαθοῦ τινο[ς] |
[εἶναι παραί]τιος, ὅπως οὖν καὶ ὁ δᾶμος | |
[φαίνηται ἄξιο]ς τῶν ἀνδρῶν εἰς τὸ βέλτιον | |
[σπουδαζόντων, δ]εδόχθαι τᾶι βουλᾷ καὶ τῷ | |
[δάμωι — — — — — — — — — — — — — — —] |