[ ] N. Black Sea — Olbia — Roman period — IosPE I 57
1   ἀγαθῆι    τύχηι.
Ἀπόλλωνι #⁵⁶ Προστάτῃ
στρατηγοὶ οἱ περὶ Ναύτι-
μον Ἀργουανάγου #⁵⁶ Θεό-
5 δωρος Τουμβάγου, Τρύ-
φων Τρύφωνος, Χώδαρ-
ζος Φαρζήου #⁵⁶ Ἱσταῖος
Σαδαίου ἀνέθηκαν ❦
στρεπτὸν χρύσεον ὑπὲρ
10 εὐσταθείας τῆς πόλεως
καὶ εἰρήνης καὶ τῆς ἑαυ-
τῶν ὑγείας #⁵⁶ καὶ ἀν<δ>ραγαθί-
ας #⁵⁶ Θεόδουλος Μακάγου
ὑπηρέτησεν εὐαρέστως.
15 ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς
καλῶς στρατηγήσαντας
ἐτίμησεν χρυσῷ στεφάνῳ.
Search Help
Contact Us