[ ] N. Black Sea — Olbia — after 98 AD — IosPE I 56
1     ἀ[γ]αθῇ [τύ]χῃ.
Ἀπόλλωνι Προστάτῃ
οἱ περὶ Μάρκον Οὔλπιον
Πύρρον Ἀρσηουάχου στρα-
5 τηγοί· Δημήτριος
Ξησσαγάρου, Ζώϊλος
Ἀρσάκου, Βαδάκης
Ῥαδανψῶντος,
Ἐπικράτης Κοξούρου,
10 Ἀρίστων Οὐαργαδάκου
ἀνέθηκαν Νείκην
χρύσεον σὺν βάσει ἀρ-
γυρέῳ ὑπ̣ὲρ τῆς πόλεως
καὶ τῆς ἑαυτῶν ὑγείας.
15   {²vac. 0.67
Search Help