[ ]
N. Black Sea — Olbia — 2nd/3rd c. AD — IosPE I 26
| 1 | [— — ἐπειδὴ Δάδος Τουμβάγου — — — παιδευόμ]ε̣νος ὑπὸ τοῦ πα- |
| [τρὸς ἐπιμελῶς τ]ε̣ καὶ κατ’ ἀξίαν τοῦ γέ- | |
| [νους, ἀποφαινόμενός τε] ἑαυτοῦ τὴν γνώμην ὡς οὐ- | |
| [δεὶς] π̣ρεσβύτ̣ε̣[ρος] τ̣ῆς ἡλικίας, ὡς ἔσοιτο τῇ πό- | |
| 5 | λει φιλόπατρις, ἐπαινούμενός τε ὑπὸ πάντων |
| καὶ ἐλπιζόμενος πάσας τὰς λειτουργίας ἐκ- | |
| [τ]ελέσειν κατὰ τὸ ἀξίωμα τοῦ γένους, ὑπὸ | |
| πάντα νεικωμένης εἱμαρμένης ἐπιστάσης | |
| ἀφηρπάγη καὶ τῶν γονέων καὶ τῆς πατρί- | |
| 10 | δος ἀνηλεῶς #⁵⁶ δι’ ἃ ἔδοξεν τοῖς τε ἄρ- |
| χουσιν καὶ τῇ βουλῆι καὶ τῷ δήμωι | |
| στεφανωθῆναι αὐτὸν χρυσῶι | |
| στεφάνωι, τόν τε κήρυκα ἀνα- | |
| γορεῦσαι ἐπὶ τῆς ἐκκομιδῆς αὐτοῦ, | |
| 15 | ὅτι ἡ βουλὴ καὶ ὁ δῆμος στεφα- |
| νοῖ χρυσῷ στεφάνωι Δάδον Τουμ- | |
| βάγου παῖδα ἐλπίδων ἀγαθῶν ἀν- | |
| τεχόμενον, ἀνατεθῆναί #⁵⁶ τε τὸ ψή- | |
| φισμα ἐν στήλῃ λευκολίθῳ καὶ | |
| 20 | ἀνατεθῆναι ἐν τῷ ἐπιφανεστά- |
| τωι τῆς πόλεως τόπωι. |