[ ] N. Black Sea — Olbia — early 1st c. BC — IosPE I 17
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —] τὴν πολλὴν [— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΑΙ
[— — — — — — — — — — —]ους εὐσε[β][— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΒΟ
[— — — — — — — — — — —]θεν μὲν κειμένας ὑπὸ [— — — — — — — — — — — — — — — — — — —]ΣΑΤΟ
5 [— — — — — — — — — — —]ρον μεταδιώρθωσ[α]ν παρο[— — — — — — — — — — — — — — — —] χρυσῶν
[— — — — — — — — — ἐπ]ανῆκεν εἰς τὴν πατρίδα· ἐν γὰρ [π]ρο[— — — — — — — — — — — — — —] Χερρο-
[νησ— — — — ἐπεὶ εἶδ]ε συνεχέσι πολέμοις καταβυθισθ[ε][σαν τὴν πόλιν, διέλυ]σεν μὲν τὴν μεταξὺ α[ὐ]-
[τῶν διαφοράν, κατέσ]τησεν δὲ τὴν πόλιν εἰς εἰρήνην, ἐφ’ οἷς ἀνδριάντος [ἀν]αστά[σε]ι καὶ εἰκόνος ἀ-
[ναθέσει ἐτιμήθη ὑπ’ α]ὐτῶν, ἐν πᾶσιν τῆι πατρίδ[ι] μὲν τὰ συμ[φορ]ώτατα διαπρα[ττόμ]ενος, ἑατῷ δ[ὲ]
10 [δόξαν καὶ τιμὴν κτώ]μενος·  τούς τε διὰ παντὸς ἐπεγει[ρ]ομ[έ]νους ἐπὶ τ[ὴν πόλιν πολεμίους]
[ἀμυνόμενος καὶ σωτήριο]ς ὢν τοῖς πολείταις [κ]ατὰ τὸ πλεῖστον ἐν ἀσ[φ]αλ[ε]ίᾳ τὰ τῆς πατρί[δο]ς πρά-
[γματα κατέστησε, σωφρό]νως μὲν βουλευόμενος ἕκαστα, ἄμεινον δὲ ἐπιτ[ελ]ῶν τὰ δοχθέντα.
[τὸ δὲ τελευταῖον, διαβ]άντων εἰς τὴν Ὑλαίαν τῶν πολειτῶν οὐδ’ ἐν το[ύ]τοις τοῦ προνοεῖν τῆς
[πόλεως ἀπελείφθη· οἰόμενο]ς γὰρ τῆι ἑαυτοῦ παρουσίᾳ τοὺς ὄχλους εὐφυλακτοτέ[ρου]ς ἔσεσ-
15 [θαι, ἄνευ — — — — κ]αὶ τῆς καθηκούσης ἀκολουθίας παραγενόμενος αὐτόθι προεφύλασσεν·
[ἰδὼν δὲ τὴν τῶν πολεμί]ων ἔφοδον τοὺς μὲν πολείτας ἐξέστειλεν εἰς τὴν πόλιν, αὐτὸς δ’ ὑ[π]έμε[ι]-
[νε τὴν εἰσβολὴν αὐτῶ]ν ἐγ[δ]εξόμενος· νε[μ]εσητὸν γὰρ ἡγεῖτο [κα]ὶ κοινῇ μὲν τῆς πόλεως προυνόει,
[ἰδίαι δὲ — — — — — — φρ]οντίσειεν. διὸ καὶ οἱ πολέμιοι, τὸ ἀνυπόστατον αὐτοῦ τῆς ἀρετῆς δείσα[ν]-
[τες, ἐκ μὲν τοῦ φανεροῦ] οὐκ [ἐθ]άρρησαν ἐπιβαλεῖν, ἐνεδρεύσαντες δὲ αὐτὸν νύκτ<ω>ρ ἐδο[λοφ]όνη-
20 [σαν· ὥστε ἐπὶ τούτοις ὁ δῆμο]ς, αἰφνίδιον σ<υ>μφορὰν θεασάμενος, τῆς πόλεως ἀποβεβλημένη[ς ἀ]γαθὸν
[πολείτην, χαλεπῶς μὲ]ν ἤνενκεν τὸ πένθος αὐτοῦ διὰ τὴν χρηστότητα, ἐπαχθῶς δὲ διὰ τὴ[ν]
[τοῦ θανάτου ὠμότητα· δεδόχ]θαι οὖν τῆι βουλῆι καὶ τῶι δήμωι, ὅπως ἐπιφανεστέρας τύχηι παρὰ πάντας τῆ[ς]
[τιμῆς, τὸ μὲν σῶμα αὐτοῦ ε]ἰσκ[ο]μισθῆναι εἰς τὴν πόλιν πρὸς τὴν καθήκουσαν κηδείαν, κλεισθῆνα[ι]
[δὲ τὰ ἐν τῆι πόλει ἐργαστ]ήρια, μελανειμονῆσαί τε τοὺς πολείτας καὶ παρέπεσθαι τῆι ἐκφορᾷ ἅ-
25 [παντας ἐν τάξει, στεφανωθ]ῆναί τε αὐτὸν ὑπὸ τοῦ δήμου ἐπὶ τῆς ἐκκομιδῆς χρυσῷ στε-
[φάνῳ· ἀνασταθῆναί τε αὐ]τοῦ καὶ ἀνδριάντα ἔφιππον ἐν ᾧ ἂν τόπῳ οἱ προσήκοντες αὐτοῦ
[βούλωνται καὶ ἐπιγραφὴν δ]οῦναι τήνδε· "ὁ δῆμος Νεικήρατον Παπίου, τὸν ἀ[π]ὸ προγόνων εὐερ-
[γέτην ὄντα καὶ πλεῖστα τ]ῆι πόλει κατορθωσάμενον ἀγαθά, ἀρετῆς ἕ[ν]εκα καὶ εὐεργεσίας
[τῆς εἰς αὑτόν"· στεφα]νοῦσθαι δὲ αὐτὸν καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι ἀρχαιρετικῆι ἐκ[λη]-
30 [σίαι καὶ ἐν τῶι — — — ἀ]γῶνι τἀχιλλεῖ {²⁶Ἀχιλλεῖ}²⁶ κατὰ τὸ πυθόχρηστον τῆς ἱπποδρομίας, τοῦ κήρυκος ἀν[α]-
[γορεύοντος καθὼς ἡ ἐπ]ιγραφὴ {ι} τοῦ ἀνδριάντος περιέχει· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα εἰς τε-
[λαμῶνα λευκόλιθον κα]ὶ ἀναθεῖναι ἐν ᾧ ἂν τόπῳ οἱ προσήκοντες αὐτοῦ βο[ύλ]ωντ<α>ι, ὅπως καὶ οἱ λ[οι]-
[ποὶ πολεῖται προθυμότ]εροι γ[ε]ίνωνται εὖ ποιεῖν τὴν πατρίδα, τοὺς εὐεργέτας ταῖς καθηκο[ύ]-
[σαις τιμαῖς κοσμουμέν]ους ὁρῶντες.
Search Help