[ ] N. Black Sea — Olbia — 5th/beg. 4th c. BC — IosPE I 8
See also:
1 τύχηι ἀγαθῆι.
Ὀλβιοπολῖται
ἔδωκαν Χαιριγένει
Μητροδώρου Μεσημ-
5 βριανῶι αὐτῶι καὶ ἐκ-
γόνοις προξενίαν,
πολιτείαν, ἀτέλειαν
πάντων χρημάτων,
ὧν ἂν αὐτὸς εἰσάγηι
10 ἢ ἐξάγηι, ἢ παῖδες, ἢ ἀ-
δελφοὶ οἷς κοινὰ τὰ
πατρῶια, ἢ θεράπων,
καὶ εἴσπλουν καὶ ἔκπλουν
καὶ ἐν πολέμωι καὶ ἐν
15 εἰρήνηι ἀσυλὲ καὶ
ἀσπονδέ.
Search Help
Contact Us