[ ] N. Black Sea — Hermonassa (Taman) — ca. 50-150 AD — IosPE II 383
1         Τειμόθεος Δάσειος, χαῖρε.
Τειμόθεος ὁ πάτρας ὅσιος φώς, παῖς δὲ Δάσειος,
   τρῖς δεκά<δ>ας ἐτέων τερματίσας ἔθανες.
ἆ τάλαν, οἰκτείρω σε πολυκλαύστωι ἐπὶ τύμβωι·
5    <ν>ῦν δὲ σὺν ἡρώων χῶρον ἔχοις φθίμενος.
Search Help