| A.1 | Στρατόνεικε υἱὲ Ζήνωνος, χαῖρε. |
| {²duo anaglypha}² | |
| B.1 | καὶ πινυτήν, Στρατόνεικε, καὶ ἤθεα κεδνὰ φυλάσσων |
| ὤλεο, τῶι λυγρῶι πατρὶ λιπὼν δάκρυα. | |
| θεῖε φίλε, προτέροις ἐναρίθμιε· μυρία δ’ αἰὼν | |
| πεύσεται ἐκ βίβλων σὴν σοφίην ἐρατήν. | |
| 5 | vacat |
| C.1 | Στρατονείκωι Ζήνωνος τῶι |
| ἰδίωι δεσποσύνωι ἀνέστη- | |
| σε τὴν στήλην Σωσίας | |
| ἀπελεύθερος μνήμης χάριν. |
CIRB
145