CIRB 142
[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD — GVI 979
1       Χρηστίων υἱὲ Ἀσιατικοῦ,
              χαῖρε.
ἐν Σιρακοῖς ἔθνῃσκον, ἔμπορον δέ με
Ἑρμῆς ὁ Μαίης οὐκ ἔπεμψεν οἴκαδε.
5 νυνὶ δὲ στήλη λαΐνη κατάγραφον
ἔχει με Χρηστίωνα παῖδ’ Ἀσιατικοῦ,
πρὸ γάμου τελευτὴν ἀθλίην ἐσχηκότα
ἐν ἀλλοφύλοις. ἀλλὰ χαῖρ’, ὁ<δ>οιπόρε.
Search Help
Contact Us