[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. BC — IosPE IV 218 — GVI 845 — cf. SEG 49.1044
1 Τρυφωνὶς γυνὴ Φιλε-
ταίρου καὶ Λεύκιος καὶ
Ἡρακλε<ό>δωρος υἱοὶ
καὶ Στρατονίκη θυγάτηρ,
5      χαίρ<ε>τε.
                   vacat
6 σὺν τρισσοῖς τεκέεσσι Τρυφωνίδα τὰν πανέρημον
ἅρπασεν ἐκ ζωᾶς Μοῖρα βιοστερέτις
αὐτόθεν οὐ χρονίαν, καιρῶι δ’ ἔνι· ἃν Φιλέτ<αι>ρος
αἰὲν ἀν<α>στενάχει, πένθεα δεξάμ[εν]ος·
10 ὧν μὲν γὰρ γενέτ<η>ς, ἧς δὲ πόσις, οἰκτρὰ δ’ ἐπ’ οἰκτρ<ο>ῖς
εἶδε πάθη παίδων καὶ γαμετῆς ἕνεκεν.
στάλα δ’ οἵτινές εἰσι κέκραγέ σοι, ὥστ[ε π]άρερπε,
ξεῖνε, μαθὼν σάφα νῦν γράμματος ἐκ <χ>ρονίου.
Search Help