[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. BC? — IosPE IV 256
1 Νικία καὶ Ἀγχίαλε
οἱ Ἀγχιάλου, χαίρετε.
                     vacat
3 Νικίεω {ι} δέρκου στάλαν, ξένε, τὸν βαρὺς Ἅιδας
 ἔκλασεν, ἀγρεύσας δύσμορον ἡλικίην.
5 πρὶν δὲ θανόντος ἐμεῦ στοργᾶι συνόμαιμος ἐνεχθεὶς
Ἀγχίαλος τὸ θανεῖν {ε} ζῆν καλὸν ᾑρέτισεν.
εἷς δὲ τάφος δισσῶν, κάλπις μία· τοὺς ἐλεαίρει
 καὶ πέτρη κωφὸν πένθος ἀνειεμένη,
δύστηνοι δὲ γονεῖς μελέαι παρὰ χερμάδι τέκνων
10  οὐ λήγουσι γόοις θρῆνον ἐγειρόμενοι.
ἀντὶ δὲ νυνφῶνος γαμίου, ξένε, τοῖς δυσὶν ἡμεῖν
[ἐκ γαίης χω]σθεὶς εἷς γέγονεν θάλαμος.
Search Help
Contact Us