[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 1st c. BC? — IosPE IV 256
| 1 | Νικία καὶ Ἀγχίαλε |
| οἱ Ἀγχιάλου, χαίρετε. | |
| vacat | |
| 3 | Νικίεω {ι} δέρκου στάλαν, ξένε, τὸν βαρὺς Ἅιδας |
| ἔκλασεν, ἀγρεύσας δύσμορον ἡλικίην. | |
| 5 | πρὶν δὲ θανόντος ἐμεῦ στοργᾶι συνόμαιμος ἐνεχθεὶς |
| Ἀγχίαλος τὸ θανεῖν {ε} ζῆν καλὸν ᾑρέτισεν. | |
| εἷς δὲ τάφος δισσῶν, κάλπις μία· τοὺς ἐλεαίρει | |
| καὶ πέτρη κωφὸν πένθος ἀνειεμένη, | |
| δύστηνοι δὲ γονεῖς μελέαι παρὰ χερμάδι τέκνων | |
| 10 | οὐ λήγουσι γόοις θρῆνον ἐγειρόμενοι. |
| ἀντὶ δὲ νυνφῶνος γαμίου, ξένε, τοῖς δυσὶν ἡμεῖν | |
| [ἐκ γαίης χω]σθεὶς εἷς γέγονεν θάλαμος. |