[ ] N. Black Sea — Pantikapaion (Kerch) — 389-348 BC — IosPE II 6
1 Στρατοκλῆς ὑπὲρ πατρὸς τοῦ ἑαυτοῦ
Δεινοστράτο ἱερησαμένου Ἀπόλλωνι Ἰητρῶι
ἀνέθηκεν Λεύκωνος ἄρχοντος Βοσπόρο
καὶ Θεοδοσίης καὶ βασιλεύοντος Σίνδων,
5 Τορετέων, Δανδαρίων, Ψησσῶν.
Search Help