Decree of Rhamnous charging Hermias of Apollonia, and two others, with overseeing the execution of the terms of the decree.  Marble stele.
[ ] Attica — Rhamnous — ca. 200-150 BC — SEG 22.130
[— — — — — — — — — — — — — — — — — —]
1 [τύχει ἀγαθεῖ· δεδόχθαι τοῖς τεταγμένοις τ]-
[ῶν παροίκων Ῥαμνοῦντι ἐπαινέσαι Ἡρακλεί]-
[δην Οἰῆθεν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι]
[ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτ]-
5 [ούς· ἐπαινέσαι δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυ]-
[τῶν Εὔδωρον καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι]
[δικαιοσύνης ἕνεκα τῆς εἰς ἑαυτούς· ἀναγρά]-
[ψαι δ]ὲ τόδε τὸ ψ̣ή̣φ̣ι̣σ̣[μα ἐν στήλει λιθίνει καὶ]
[σ]τῆσαι οὗ ἂν αὐτῶι δοκεῖ· ε̣[ἰς δὲ τὴν ἀναγραφὴν]
10 τῆς στήλης εἰσενενκεῖν τὸ γεν̣ό̣[μενον ἀ]-
νάλωμα· ἑλέσθαι δὲ τρεῖς ἄνδρας ἐξ ἑ[αυτῶν],
οἵτινες συντελέσουσι τὰ ἐψηφισμένα. [οἵδε]
εἱρέθησαν· Ἑρμίας Ἀπολλωνιάτης,
[Δ]ιόδωρος Κασσανδρεύς, 〚— — —〛.
wreath 1.15 οἱ τεταγμένοι
τῶν παροίκων
Ῥαμνοῦντι Ἡρα-
κλείδην Οἰῆθεν.
wreath 2.19 τὸν ἐπὶ τοὺς
20 παροίκους
Εὔδωρον.
Search Help
Contact Us