Decree of Apollonia, erected at Magnesia on the Maeander, recognizing the games and inviolability of the sanctuary of Artemis Leukophryene.  Inscribed on the interior wall of the western hall of the agora.
[ ] Caria — Magnesia — undated — IvMagnesia 45
1 παρὰ Ἀπολλωνιατῶν.
πρυ[τ]α[νεύ]οντος Ἀριστομένεος, Ἁλ<ι>οτροπίου
τρίτᾳ, παραγενομένων πρεσβευτᾶν καὶ θεωρῶν
παρὰ τᾶς πόλιος τῶν Μαγνήτων τῶν ἐπὶ Μαιάν-
5 δρου Σωσικλέος τοῦ Διοκλέος καὶ Ἀριστο-
δάμου τοῦ Διοκλέος καὶ Διοτίμου τοῦ Μηνοφί-
λου καὶ κομιξάντων ψάφισμα παρὰ τᾶς πόλι-
ος, ἐν ὧι κατεκεχώριστο ὅ τε χρησμὸς ὁ παρὰ
τοῦ θεοῦ τοῦ ἐν [Δ]ελφοῖς, ὅτι λώιον εἴη καὶ ἄμει-
10 νον τοῖς σεβ̣ομένοις Ἄρτεμιν Λευκοφρυ[η]νὰν
καὶ τὰ[ν] π̣όλιν τῶν Μαγνήτων καὶ τὰν χώραν ἱ[ε]-
[ρ]ὰν κ[αὶ ἄ]σ[υ]λον νομίζουσιν, καὶ ὅτι ὁ δᾶμος τ[ῶ]ν
Μα[γνήτω]ν ἐψάφισται τᾶι εὐεργέτιδι τᾶς πόλι-
ος Ἀρ[τ]έμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυ-
15 [σ]ίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα
στεφανίταν ἰσοπύθιον μουσικόν τε καὶ γυμνι-
κὸν καὶ ἱππικόν, διαλεχθέντων δὲ καὶ τῶν πε-
ρὶ Σωσικλῆ ἀκολούθως τῶι ψαφίσματι καὶ ἐμ-
φανιξάντων τάν τε τᾶς θεοῦ ἐπιφάνειαν καὶ
20 τὰν οἰκειότατα Μαγνήτων καὶ Ἀπολλωνιατᾶν
καὶ τὰ̣ς εὐεργε[σ]ίας τὰς προγεγεν̣ειμένας ὑπὸ
τῶν προγόνων αὐ[τ]ῶν εἴς τε τὸ ἱερὸν τὸ ἐν Δελ-
φοῖς καὶ εἰ τοὺς Ἕλλανας καὶ παρακαλούν[τ]ων
ἀποδέξασθαι τὸ[ν ἀ]γῶνα καὶ συναύξειν τὰς [ἐψα]-
25 [φ]ισμένας τιμὰς [τ]ᾶι θεῶι· ἔδο[ξ]ε τῶι δάμωι̣
τῶν Ἀπολλωνιατᾶν· ἀποδέξασθαι τὰ ἐπαγ-
γελλόμενα παρὰ τῶν Μαγ[ν]ήτων καὶ τὰν πό-
λιν κα̣ὶ τὰν χώραν αὐτῶν ἱερὰν κ̣αὶ ἄσυλον
νομίζειν καὶ τοῖς [ν]ικῶσι τῶν π[ολιτ]ᾶν τὸν ἀγῶ-
30 ν̣α̣ τῶν Λευκοφρυ[η]νῶν [εἶ]μεν τ[ὰ]ς [αὐτὰς τιμὰς]
ἃς καὶ τοῖς τὰ Πύθια νι[κῶ]σιν, ἀ[ποστέλλειν]
δ̣ὲ παρὰ τᾶς πόλιος καὶ θεωρο[ὺς εἰς Μαγνησί]-
[α]ν ἐπὶ τὰν θυσίαν κ̣α̣ὶ̣ [τ]ὸν ἀγ[ῶνα — — — —]
․․․․ι τοὺς δ̣ὲ̣ [— — — — — — — — — — — — —]
35 [— — — — — — — — — — — — — — — — — — τα]-
μιειου̣[— — — — — — —] ἐπὶ [— — — — — — — —]
[π]ρυτανείωι καὶ τὰ λοιπὰ ἃ καὶ [τοῖς τὰ Πύθια ἐ]-
παγγέλλουσιν καὶ καταταχθῆ[ναι ἐν το]ῖς
ν̣όμοις τόν τε ἀγῶνα καὶ τὰς τιμὰς τὰς ἐψαφισ-
40 μένας, ἐπαινέσαι δὲ καὶ τοὺς θεωροὺς Σωσι-
κλῆ {ι}, Ἀριστόδαμον, Διότιμον ἐπί τε [τῶι δια]-
λεχθῆμεν ἀξ[ίω]ς̣ ἀμφοτερᾶν τᾶ̣ν̣ [πολίων]
[καὶ — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — προξέ]νους τᾶς Ἀπολ-
45 [λωνιατᾶν πόλιος, δόμεν δ’ αὐτοῖς] καὶ ξένια τὰ
[μέγιστα ἐκ] τ̣ῶν [νόμων κα][κλ]η̣θῆμεν αὐτο[ὺς]
[εἰς τὸ πρ]υτανεῖο[ν εἰς] τὰν [κ]οινὰν ἑστίαν.
[θεαροδόκ]ον εἶμεν Μ[αγν]ήτων Ἵππανθον Φ[— —],
τοὺς δὲ ταμίας ἐπιμέλει̣α̣ν π̣[οιήσ]ασ[θαι]
50 [ὅπως ἀναγρα]φῇ εἰς χάλκωμα τὸ ψάφισμ[α]
[καὶ ἀνατεθῇ εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us