Contribution of the Apollonians to the reconstruction of the temple of Apollo at Delphi.  Marble plaque.
[ ] Phokis — Delphi — 361/360 BC — FD III 5, 3, II, ll. 1-22 — CID II.4
col. II.1 Ἀπολλων[ιᾶται]
κριθᾶν μεδίμνους
φειδωνείους
τρισχιλίους· ἐκ τού-
5 των ἐγένοντο μέδι-
μνοι δελφικοὶ
χίλιοι ὀκτακόσιοι
ἑβδεμήκοντα πέντε.
τούτου τιμὰ ἐγένετο
10 δραχμαὶ τρισχίλιαι
πεντακόσιαι ὀγδο-
ήκοντα ἑπτά, τρεῖς
ὀβολοί, ἡμιωβέλιον.
τοῦτο δὲ ἄγαγον τᾶι
15 αὐτῶν δαπάναι εἰς
Δελφοὺς ἐπὶ τὰν
θάλασσαν τοὶ
Ἀπολλωνιᾶται,
ἄγαγε τὸ σῖτον
20 Αἰνησίδαμος Δελφός,
Ἀριστοκλείδας
Ἀπολλωνιάτας.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server