Decree of Eretria honoring the city of Oropos and Oropian judges.
Fragment of the left-hand part of a stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Kalamos, E. of: Pappouli — 167-156 BC — ZPE 95 (1993) 141, I — SEG 43.209
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — — — — — — τόν τε πρεσβευτὴν καὶ δι]- |
[κασταγω]γ̣ὸν ἀπεδ̣έ[ξαντο φιλοφρόνως καὶ εὐνόως νομίζοντες] | |
καθῆκον ὑπάρχειν [ἑαυτοῖς προθύμως ἐπακολουθεῖν τοῖς παρα]- | |
[κ]αλουμένοις, κατέσ[τησαν τοὺς δικαστὰς καὶ τοὺς γραμματεῖς καὶ ἐξαπ]- | |
5 | έστειλαν τὴν ταχίσ̣[την ὅπως ἐπιτελεσθῆι Ἐρετριεῦσι καὶ Θηβαί]- |
οις ἡ πρὸς ἀλλήλους [δικαιοδοσία· δεδόχθαι τοῖς συνέδροις καὶ τῶι δήμωι]· | |
ἐπηνῆσθαι Ὠρωπίους [ἐπί τε τῆι αἱρέσει καὶ τῆι πρὸς τὸν δῆμον εὐνοίαι καὶ] | |
[ἐπὶ] τῶι προχειρίσασθαι το[ὺς δικαστὰς ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ στεφανῶσαι] | |
τὸν δῆμον Ὠρωπίων χρ[υσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι ἀρετῆς ἕνε]- | |
10 | κεν καὶ εὐνοίας ἧς ἔχω[ν διατελεῖ πρὸς Θηβαίους καὶ Ἐρετριεῖς ἣν στῆ]- |
σαι ἐν τῶι καλλίστωι τόπ[ωι τῆς πόλεως· ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Διόδωρον] | |
Κράτητος, Πλούταρχον Α̣[— — — — —, — — — — — Λυσιμένους, Παράμυθον] | |
Ξανθίππου, Ἀριστόμαχον [Περιγένου, Πολύβιον Σωκράτου Ὠρωπίους καὶ στε]- | |
φανῶσαι αὐτῶν ἕκαστον χρυ[σῶι στεφάνωι ἐφ’ ᾗ ἐποιήσαντο περὶ τὰς] | |
15 | κρίσεις δικαιοσύνηι προσε[δρεύοντες ἐπιμελῶς τοὺς πράγματα ἔχοντ]- |
ας καὶ ἐπιδόντες ἑαυτοὺς ἀπ[ροφασίστως ὅπως Ἐρετριεῦσι καὶ Θη]- | |
βαίοις διεξαχθῇ τὰ δίκαια, [τὰς μὲν δίκας κρίνοντες ἴσως καὶ] | |
δικαίως κατὰ τὸ σύμβολο[ν, τὰς δὲ συλλύοντες συμφερόντως] | |
τοῖς ἔχουσιν τὰ πράγματα, [καὶ ὅτι ἐν τῆι ἐπιδημίαι καὶ ἀναστρο]- | |
20 | φεῖ διετέλεσαν ἄξιοι μὲν [τοῦ ἐξαποστείλαντος δήμου], |
[ἄξ]ιοι δὲ τῆς ἐγχειρισθείση[ς αὐτοῖς πίστεως· ἐπαινέσαι δὲ καὶ τοὺς] | |
[γρα]μματεῖς αὐτ[ῶν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἐπὶ τῆι ἀναστρο]- | |
[φῆι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |