Decree concerning the repair and recasting of metal dedications in the sanctuary of Amphiaraos.  Pedimental stele of white marble, inscribed on two sides.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 303 — cf. SEG 29.459, 41.1856, 42.420
face A,front.1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαρά-
ου Ἐπικράτου, v Πίργης Ἀρχιππίδου εἶπεν ὑπὲρ ἱερῶν· προ-
βεβουλευμένον αὑτῶι εἶναι πρὸς τὴν βουλὴν καὶ τὸν δῆ%⁸⁰-
μον, ἐπειδὴ συμβαίνει τινὰ τῶν ἐπὶ τῆς τραπέζης τοῦ Ἀμ%⁸⁰-
5 φιαράου ἀργυρωμάτων ἀχρεῖα γεγονέναι, τινὰ δὲ ἐπισκευ-
ῆς χρείαν ἔχειν, εἶναι δὲ καὶ τῶν πρὸς τοῖς τοίχοις ἀνακει-
μένων πεπτωκότα τινά, νόμισμά τε ἐπίσημον χρυσοῦν
καὶ ἀργυροῦν καὶ ἕτερα ἄσημα, ἃ ἐμ παραδοσίμοις ἔχου-
σιν οἱ ἱεράρχαι, πεπονηκέναι δὲ καὶ τὴν φιάλην τὴν χρυσῆν vv
10 τὴν ἐπὶ τῆς τραπέζης ἧι σπονδοποεῖται ὁ ἱερεὺς καὶ εἶναι ἀχρεί-
αν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ὡς ἂν κυρωθῆι τὸ
ψήφισμα, ἑλέσθαι τρεῖς ἄνδρας ἐκ πάντων τῶν πολιτῶν,
τοῖς δὲ αἱρεθεῖσιν οἱ ἱεράρχαι παραδότωσαν τό τε νόμισ-
μα τὸ ἐκπεπτωκὸς ἀριθμῶι καὶ τῶν ἀργυρωμάτων ὅσα
15 ἐστὶν ἀχρεῖα, πυρώσαντες καὶ ἀποξύσαντες τὸν καττί-
τερον· ὡσαύτως δὲ καὶ τὰ χρυσία τὰ ἄσημα ἃ παρειλήφα-
σιν καὶ τὴν φιάλην τὴν χρυσῆν· ταῦτα δὲ παραδότωσαν
οἱ ἱεράρχαι τῆι ἀρχῆι, ἀπεψήσαντες καὶ ποιήσαντες
τῶι κάλλει πρὸς τὸ ἐπίσημον καὶ οὕτως ἀποστησάτω-
20 σαν· παραδότωσαν δὲ πάντα ταῦτα σταθμῶι μετὰ
πολεμάρχων καὶ κατοπτῶν καὶ ἀπολογισάσθωσαν
τὰ παραδοθέντα πρὸς κατόπτας· οἱ δὲ παραλαβόντες,
ὅσα μὲν ἂν δοκῆι ἐπισκευῆς προσδεῖσθαι, ἐπισκευ-
ασάτωσαν, ἐγ δὲ τῶν λοιπῶν ποιησάτωσαν ἀργυρώ-
25 ματα τῶι θεῶι βουλευόμενοι περὶ τῆς κατασκευῆς με-
[τ]ὰ πολεμάρχων καὶ ἱεραρχῶν καὶ συνηγόρων τῆς πό-
λεως, τὰς ἐγδόσεις ποιούμενοι τῆς τε ἐργασίας καὶ
[τ]ῆς ἐπισκευῆς παρὰ κατόπτας· ἐγδότω δὲ ἡ ἀρχὴ
[κ]αὶ ἐξ οὗ ἂν παραλάβηι χρυσίου ἀσήμου καὶ ἐπισή-
30 μου, κατασκευάσαι τῶι θεῶι φιάλην χρυσῆν, v
καταλιπομένη δοκιμεῖον· ὡς δ’ ἂν συντελεσθῆι, πα-
ραδότωσαν τοῖς ἱεράρχαις καὶ ἀποστησάτωσαν με-
[τ]ὰ πολεμάρχων καὶ κατοπτῶν· ὁ δὲ συλλογεὺς ἀνοί-
[ξας] τὸν θησαυρόν, ὡς νομίζεται, ἐξελέτω τὸ γινό-
35 [μενον] ἀνάλωμα καὶ διδότω τὰς δόσεις τῶι ἐργώνηι
[πάσας κα]τ[ὰ τὰ]ς προ[ῤ]ῥήσεις, ἐὰν δὲ μὴ ἦι ἐν τῶι θη-
σαυρῶι τὸ [κεφάλαιον τοῦ ἀ]ναλώματος, προσθέτω ὁ τα-
μίας ὁ προάρχων τὸ ἐ[λλεῖπ]ον καὶ ἀπολογισάσθω πρ[ὸς]
κατόπτας· ἵνα δὲ τ[οῖς ἀναθεῖσ]ιν ὑπομν[ήματα ἦι τῶν]
40 ἀναθεμάτων, ὅσα μ[έλλε]ι κατασκ̣[ευασθῆναι, τοὺς]
ἱεράρχας στήσαντας ἕκαστον τὸ ἀνάθε[μα ἀναγρά]-
ψαι εἰς στήλην λιθίνην τό τε ὄνομα τοῦ ἀνα[θ]έντος
καὶ τὴν πόλιν ἐξ ἧς ἂν ἦι καὶ τὴν ὁλκὴν τοῦ ἀναθέ-
ματος καὶ τοῦ νομίσματος τὸ πλῆθος· ἀναγραψάτω-
45 σαν δὲ καὶ τὸ ψήφισμα τὸ κυρωθὲν περὶ τούτων
εἰς τὴν στήλην καὶ ἀναθέτωσαν οὗ ἂν δοκῆι ἐν
καλλίστωι εἶναι καὶ τὸ γενόμενον ἀνάλωμα ἀπο-
λογισάσθωσαν· ἐὰν δέ τι μὴ ποιήσηι ἡ ἀρχὴ ἡ αἱρε-
θεῖσα τῶν γεγραμμένων ἐν τῶι ψηφίσματι ἢ οἱ ἱε-
50 ράρχαι ἢ ὁ συλλογεὺς ἢ ὁ ταμίας, ἔνοχοι ἔστωσαν
τῶι κατὰ τὸν τῆς οἰκονομίας νόμωι ὡς κατεβλαφό-
τες τὰς προσόδους τοῦ θεοῦ.      vacat
face B,back.53 τάδε συνεκόπη τῶν ἀναθημάτων vv
κατὰ τὸ ψήφισμα, ὃ ἔγραψε Πίργης· vv
55 Λυσάνδρας κανοῦν, ὁλκὴ Η𐅄ΔΔΔ𐅂𐅂𐅂,
κωθώνιον Κρατήσιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂, vv
φιάλη Νικαρίστης, ὁλκὴ ΔΔΔΔ𐅂𐅂𐅂𐅂, vvvv
Κλιτὼ φιάλιον, ὁλκὴ Δ𐅂𐅂𐅂𐅂, Ἀπολλώνιος
φιάλην, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Ἀρχὼ Καρυστία φιάλην, vvv
60 ὁλκὴ ΔΔΔ𐅂𐅂, Ἱππόξενος φιάλην, ὁλκὴ 𐅄ΔΔΔΔ𐅂𐅂,
Δέων Αἰτωλὸς φιάλην, ὁλκὴ Η𐅄ΔΔ𐅃𐅂, vvvvv
Καφισόδωρος φιάλην, ὁλκὴ 𐅄ΔΔ𐅃, Ἀρχίας Ἀκαρνὰ[ν]
σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂, Ἀντίφιλος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂,
Ἀρχέμαχος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂𐅂, Μνασικλῆς v
65 [Κ]ορίνθιος τριποδίσκον, ὁλκὴ 𐅅ΗΗΗΔ𐅂𐅂𐅂, vvvvvvv
Λυσικράτης καὶ Πραξαγόρας τριποδίσκον,
ὁλκὴ ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂.     vacat
                     vacat
68 Μέλανος προσώπιον, ὁλκὴ ΔΔ𐅃𐅂𐅂𐅂𐅂, Βοΐσκου
πρόσωπον, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Φιλίας τιτθός, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂,
70 Ἀρσίνου αἰδοῖον, ὁλκὴ 𐅃𐅂, Καλλιμάχης ὀφίδ[ιο]ν, ὁλκὴ 𐅃,
[Ἵ]ππωνος αἰδοῖον, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Εὐφροσύνης τ[ιτθ]ός, ὁλκὴ 𐅃Ι,
Φαττίου χείρ, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Ἀγαθοκλῆς ἡδυποτίδιον, v
ὁλκὴ ΔΔΔ, Ἀριστοκράτεια λιβανωτίδα, ὁλκὴ 𐅃ΔΔ𐅂𐅂,
[Ἕ]λιξος σκάφιον, ὁλκὴ ΔΔΔ καὶ ἀργυρίου vvvv
75 [τ]οῦ ἐκπεπτωκότος ἐκ τῶν ἀναθημάτων
Κλεονόης 𐅂𐅂𐅂, Μέλανος 𐅂𐅂𐅂, Ἀντιμάχου 𐅂𐅂𐅂, vv
Ἡρακλείδου τετρᾶχμα Δ𐅃, Κτησοῦς τετρᾶχμα ΙΙ,
ἄλ<λ>ο τετρᾶχμον, Δημητρίας τετρᾶχμον. vvvv
                         vacat
79 Ῥόδωνος τετρᾶχμα ΙΙ, Σιμάλης τετρᾶχμα 𐅃,
80 Ἐπιτέλου 𐅂𐅂𐅂, Μιθριδάτου 𐅂𐅂𐅂, Λυσιμάχου vvvvvvv
τετρᾶχμα ΙΙ, Πλανγ̣όνος 𐅂𐅂𐅂, [Φ]ατίου ΙΙΙ, Δημοῦς ΙΙΙ,
Μικύθου 𐅂𐅂𐅂, Εἰρήνης 𐅂𐅂𐅂, Πτωΐωνος τετρᾶχμα 𐅃ΙΙ,
[Κ]ολλύρας τετρᾶχμα ΙΙΙ, Προσόδου 𐅂𐅂𐅂, Ἀρχίου 𐅂𐅂𐅂,
[Φ]ιλομήλου 𐅂𐅂𐅂, Μελίτης τετρᾶχμα ΙΙ, vvvvvvvvv
85 Θεομνάστα τετρᾶχμα ΙΙΙ, [Ξ]ενοκλέος vvvvvvv
τετρᾶχμα 𐅃ΙΙΙΙ, Παμφίλου τετρᾶχμα ΙΙΙΙ, vvvv
Βάκχιος τετρᾶχμα ΙΙΙ, Βίων τετρᾶ[χ]μα ΙΙ, Ἄδα v
τετρᾶχμα ΙΙΙ, Φιλιστίδου τετρᾶχμα ΙΙΙΙ, vvvvv
Κλεοξένου τετρᾶχμα ΙΙ, Ἀντανδρίδου τετρᾶχμα 𐅃,
90 Ἀριστοκλέους 𐅂𐅂𐅂, Κτησαρέτης  vacat
τετρᾶχμα 𐅃, Ἀριστοκλέους 𐅂𐅂𐅂, Λυσίου vvvvvvv
πτολεμαϊκὰ 𐅃Ι, Δημάρχου πτολε[μαϊ]κὰ Ι[․․],
Φιλοκλεί[ας] πτολεμαϊκ[ὰ ․․․7․․․]νος 𐅂𐅂, vvv
Ἀγαθον[ίκης] 𐅂𐅂[𐅂], Ἀρισ[το]κράτεια στατῆρας Δ𐅃,
95 [․․․․]νίκης 𐅂𐅂, Φιλοκλείας 𐅂, vvv Ἡδίστης 𐅂,
[․․․]ωνας 𐅃, Ἀριστοῦς 𐅂𐅂𐅂𐅂, Κρατήσιον vvvv
ἀλεξανδρείας 𐅂𐅂𐅂𐅂, Ἄδα ἀλεξανδρείας 𐅃, v
Δωρὶς ἀλεξανδρείας 𐅃, Νίκωνος χρυσοῦς,
Προσόδου χρυσοῦς, Νικοκλέους χρυσοῦς, v
100 Σωτηρίδου χρυσοῦς, Ἀριστοῦς χρυσοῖ δύο
καὶ ἀνεπίγραφοι χρυσοῖ 𐅃, Μηλίδος v ὀβολοὶ ΔΔ,
Ἀλφιάδης χύμα, ὁλκὴ ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂.  vacat
vacat
Search Help